Σελ 4
Οἷον γὰρ εἴ τις͵ λύραν μουσικὸς ἁρμοσάμενος καὶ τὰ βαρέα τοῖς ὀξέσι καὶ τὰ μέσα τοῖς ἄλλοις τῇ τέχνῃ συναγαγών͵ ἓν τὸ σημαινόμενον μέλος ἀποτελοίη, οὕτω καὶ ἡ τοῦ Θεοῦ σοφία τὸ ὅλον ὡς λύραν ἐπέχων καὶ τὰ ἐν ἀέρι τοῖς ἐπὶ γῆς συναγαγὼν καὶ τὰ ἐν οὐρανῷ τοῖς ἐν ἀέρι καὶ τὰ ὅλα τοῖς κατὰ μέρος συνάπτων καὶ περιάγων τῷ ἑαυτοῦ νεύματι καὶ θελήματι͵ ἕνα τὸν κόσμον καὶ μίαν τὴν τούτου τάξιν ἀποτελεῖ καλῶς καὶ ἡρμοσμένως͵ αὐτὸς μὲν ἀκίνητος μένων παρὰ τῷ Πατρί͵ πάντα δὲ κινῶν τῇ ἑαυτοῦ συστάσει͵ ὡς ἂν ἕκαστον τῷ ἑαυτοῦ Πατρὶ δοκῇ. Τὸ γὰρ παράδοξον αὐτοῦ τῆς θεότητος τοῦτό ἐστιν͵ ὅτι ἑνὶ καὶ τῷ αὐτῷ νεύματι πάντα ὁμοῦ καὶ οὐκ ἐκ διαστημάτων͵ ἀλλ΄ ἀθρόως ὅλα τά τε ὀρθὰ καὶ τὰ περιφερῆ͵ τὰ ἄνω͵ τὰ μέσα͵ τὰ κάτω͵ τὰ ὑγρά͵ τὰ ψυχρά͵ τὰ θερμά͵ τὰ φαινόμενα καὶ τὰ ἀόρατα περιάγει καὶ διακοσμεῖ κατὰ τὴν ἑκάστου φύσιν. Ὁμοῦ γὰρ τῷ αὐτῷ νεύματι αὐτοῦ͵ τὸ μὲν ὀρθὸν ὡς ὀρθόν͵ τὸ δὲ περιφερὲς περιάγεται· τὸ δὲ μέσον͵ ὡς ἔστι͵ κινεῖται· τὸ θερμὸν θερμαίνεται καὶ τὸ ξηρὸν ξηραίνεται καὶ τὰ ὅλα ὡς ἔχει φύσεως ζωοποιεῖται καὶ συνίσταται παρ΄ αὐτοῦ καὶ θαυμαστή τις καὶ θεία ἀληθῶς ἁρμονία ἀποτελεῖται δι΄ αὐτοῦ.
Μ. Ἀθανάσιος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά