ΕΚΡΟΥΣΕ ποτέ τις ἐν τῷ μοναστηρίῳ τὴν ἐμὴν θύραν καὶ ἐξελθὼν͵ εἶδόν τινα μακρὸν καὶ ὑψηλὸν φαινόμενον. Εἶτα πυθομένου μου· Σὺ τίς εἶ; ἔφη· Ἐγώ εἰμι ὁ Σατανᾶς. Εἶτα λέγοντός μου· Τί οὖν ἐνταῦθα πάρει; ἔλεγεν ἐκεῖνος· Τί μέμφονταί με μάτην οἱ μοναχοὶ καὶ οἱ ἄλλοι πάντες Χριστιανοί; Τί μοι καταρῶνται καθ΄ ὥραν; Ἐμοῦ δὲ εἰπόντος· Τί γὰρ αὐτοῖς ἐνοχλεῖς; ἔφη· Οὐκ εἰμὶ ἐγὼ ὁ ἐνοχλῶν αὐτοῖς͵ ἀλλ΄ αὐτοὶ ταράττουσιν ἑαυτούς· ἐγὼ γὰρ ἀσθενὴς γέγονα. Οὐκ ἀνέγνωσαν͵ ὅτι Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος καὶ πόλεις καθεῖλες; οὐκ ἔτι τόπον ἔχω͵ οὐ βέλος͵ οὐ πόλιν. Πανταχοῦ Χριστιανοὶ γεγόνασι, λοιπὸν καὶ ἡ ἔρημος πεπλήρωται μοναχῶν. Ἑαυτοὺς τηρείτωσαν καὶ μὴ μάτην με καταράσθωσαν. Τότε θαυμάσας ἐγὼ τοῦ Κυρίου τὴν χάριν͵ εἶπον πρὸς αὐτόν· Ἀεὶ ψεύστης ὢν καὶ μηδέποτε λέγων ἀλήθειαν͵ ὅμως τοῦτο νῦν καὶ μὴ θέλων εἴρηκας ἀληθές· ὁ γὰρ Χριστὸς͵ ἐλθὼν͵ ἀσθενῆ σε πεποίηκε καὶ καταβαλὼν ἐγύμνωσεν. Ἐκεῖνος͵ ἀκούσας τὸ τοῦ Σωτῆρος ὄνομα καὶ μὴ φέρων τὴν ἐκ τούτου καῦσιν͵ ἀφανὴς γέγονεν. Εἰ τοίνυν καὶ αὐτὸς ὁ διάβολος ὁμολογεῖ μηδὲν δύνασθαι͵ ὀφείλομεν παντελῶς καταφρονεῖν αὐτοῦ τε καὶ τῶν δαιμόνων αὐτοῦ. Ὁ μὲν οὖν ἐχθρὸς μετὰ τῶν ἑαυτοῦ κυνῶν τοσαύτας ἔχει τὰς πανουργίας· ἡμεῖς δὲ͵ μαθόντες αὐτῶν τὴν ἀσθένειαν͵ καταφρονεῖν αὐτῶν δυνάμεθα. Τοῦτον οὖν τὸν τρόπον μὴ προκαταπίπτωμεν τῇ διανοίᾳ͵ μηδὲ λογιζώμεθα ἐν τῇ ψυχῇ δειλίας͵ μηδὲ ἀναπλάττωμεν ἑαυτοῖς φόβους͵ λέγοντες· Μὴ ἄρα δαίμων ἐλθὼν ἀνατρέψῃ με· μὴ ἄρα βαστάξας καταβάλῃ͵ ἢ ἐξαίφνης ἐπιστὰς ἐκταράξῃ. Μηδ΄ ὅλως ἐνθυμώμεθα τοιαῦτα͵ μηδὲ λυπώμεθα ὡς ἀπολλύμενοι· θαῤῥῶμεν δὲ μᾶλλον καὶ χαίρωμεν ἀεὶ͵ ὡς σωζόμενοι, καὶ λογιζώμεθα τῇ ψυχῇ͵ ὅτι Κύριος μεθ΄ ἡμῶν ἐστιν͵ ὁ τροπώσας καὶ καταργήσας αὐτούς. Καὶ διανοώμεθα δὲ καὶ ἐνθυμώμεθα ἀεί͵ ὅτι͵ ὄντος τοῦ Κυρίου μεθ΄ ἡμῶν͵ οὐδὲν ἡμῖν οἱ ἐχθροὶ ποιήσουσιν.
Μ. Ἀθανάσιος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά