Σελ 5
Οὐ γὰρ ἀφείθημεν ὑπὸ τῆς ἀγαθότητος τοῦ Δεσπότου͵ οὐδὲ ἐνεκόψαμεν αὐτοῦ τὴν εἰς ἡμᾶς ἀγάπην͵ ἀναισθησίᾳ τῶν τιμῶν τὸν εὐεργέτην παρυβρίσαντες, ἀλλὰ ἀνεκλήθημεν ἐκ τοῦ θανάτου͵ καὶ ἐζωοποιήθημεν πάλιν ὑπ΄ αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἐν ᾧ καὶ ὁ τρόπος τῆς εὐεργεσίας μεῖζον ἔχει τὸ θαῦμα· Ἐν μορφῇ γὰρ Θεοῦ ὑπάρχων͵ οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ͵ ἀλλ΄ ἑαυτὸν ἐκένωσε͵ μορφὴν δούλου λαβών. Καὶ τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασε καὶ ὑπὲρ ἡμῶν ἐτραυματίσθη͵ ἵνα τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰαθῶμεν· καὶ τῆς κατάρας ἡμᾶς ἐξηγόρασε͵ γενόμενος ὑπὲρ ἡμῶν κατάρα͵ καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον͵ ἵνα ἡμᾶς εἰς τὴν ἔνδοξον ζωὴν ἐπαναγάγῃ. Καὶ οὐκ ἠρκέσθη μόνον νεκροὺς ὄντας ζωοποιῆσαι͵ ἀλλὰ καὶ θεότητος ἀξίωμα ἐχαρίσατο καὶ ἀναπαύσεις ἡτοίμασεν αἰωνίους͵ πᾶσαν ἔννοιαν ἀνθρωπίνην τῷ μεγέθει τῆς εὐφροσύνης ὑπερβαινούσας. Τί οὖν ἀνταποδῶμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν; Ὁ δὲ οὕτως ἐστὶν ἀγαθὸς͵ ὥστε οὔτε ἀντίδοσιν ἀπαιτεῖ͵ ἀλλ΄ ἀρκεῖται μόνον ἀγαπώμενος ἐφ΄ οἷς ἔδωκεν. Ὧν ἁπάντων ὅταν εἰς ἔννοιαν ἔλθω (ἵνα τὸ ἐμὸν πάθος ἐξείπω)͵ εἰς φρίκην τινὰ καὶ ἔκστασιν φοβερὰν καταπίπτω͵ μήποτε ἐξ ἀπροσεξίας τοῦ νοῦ͵ ἢ τῆς περὶ τὰ μάταια ἀσχολίας͵ τῆς ἀγάπης τοῦ Θεοῦ ἐκπεσὼν ὄνειδος γένωμαι τῷ Χριστῷ. Ὁ γὰρ νῦν ἀπατῶν ἡμᾶς καὶ διὰ τῶν κοσμικῶν δελεασμάτων λήθην ἐμποιεῖν ἡμῖν τοῦ εὐεργέτου μηχανῇ πάσῃ σπουδάζων͵ ἐπ΄ ὀλέθρῳ τῶν ψυχῶν ἡμῶν ἐναλλόμενος ἡμῖν καὶ ἐπεμβαίνων͵ εἰς ὀνειδισμὸν τότε προσοίσει τῷ Κυρίῳ τὴν ἡμετέραν καταφρόνησιν καὶ ἐγκαυχήσεται τῇ ἀπειθείᾳ καὶ ἀποστασίᾳ ἡμῶν· ὅς γε οὔτε κτίσας ἡμᾶς͵ οὔτε ἀποθανὼν ὑπὲρ ἡμῶν͵ ἀλλ΄ ὅμως ἔσχεν ἡμᾶς ἀκολουθοῦντας αὐτῷ ἐν τῇ ἀπειθείᾳ καὶ ἐν τῇ ἀμελείᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ. Τοῦτο τὸ ὄνειδος͵ τὸ κατὰ τοῦ Κυρίου͵ καὶ τοῦτο τὸ καύχημα τοῦ ἐχθροῦ͵ βαρύτερον ἐμοὶ τῶν ἐν τῇ γεέννῃ κολάσεων φαίνεται͵ τῷ ἐχθρῷ τοῦ Χριστοῦ ὕλην γενέσθαι καυχήματος καὶ ἀφορμὴν ἐπάρσεως κατ΄ αὐτοῦ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος.
Μ. Βασίλειος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά