Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Πατέρες τῆς Ἐρήμου

Οἱ μικροὶ ξένοι

 

ΔΙΗΓΗΣΑΤΟ ὁ ἀββᾶς Βιτίμιος͵ ὅτι ἔλεγεν ὁ ἀββᾶς Μακάριος· Καθημένου μού ποτε εἰς Σκῆτιν͵ κατέβησαν δύο νεώτεροι ξενικοὶ ἐκεῖ· καὶ ὁ μὲν εἷς εἶχε γένειον͵ ὁ δὲ ἄλλος ἀρχὴν βάλλων γενείου. Καὶ ἦλθον πρὸς μὲ λέγοντες· Ποῦ ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μακαρίου; Κἀγὼ εἶπον· Τί θέλετε αὐτόν; Καὶ λέγουσιν· Ἀκούοντες τὰ περὶ αὐτοῦ καὶ τῆς Σκήτεως͵ ἤλθομεν ἰδεῖν αὐτόν. Λέγω αὐτοῖς· Ἐγώ εἰμι. Καὶ ἔβαλον μετάνοιαν͵ λέγοντες· Ὧδε θέλομεν μεῖναι. Ἐγὼ δὲ βλέπων αὐτοὺς τρυφεροὺς καὶ ὡς ἀπὸ πλούτου͵ λέγω αὐτοῖς· Οὐ δύνασθε καθίσαι ὧδε. Καὶ λέγει ὁ μειζότερος· Ἐὰν μὴ δυνώμεθα καθίσαι ὧδε͵ ὑπάγομεν ἀλλαχοῦ. Λέγω ἐγὼ τῷ λογισμῷ μου· Διατί διώκω αὐτοὺς καὶ σκανδαλίζονται; ὁ κόπος ποιεῖ αὐτοὺς δι΄ ἑαυτῶν φυγεῖν. Καὶ λέγω αὐτοῖς· Δεῦτε͵ ποιήσατε ἑαυτοῖς κελλίον͵ εἰ δύνασθε. Καὶ λέγουσι· Δεῖξον ἡμῖν τόπον καὶ ποιοῦμεν. Ἔδωκε δὲ αὐτοῖς ὁ γέρων πέλεκυν καὶ ἀναβολίδιν μεστὸν ψωμίων καὶ ἅλας· ἔδειξε δὲ αὐτοῖς ὁ γέρων καὶ πέτραν σκληρὰν λέγων· Λατομήσατε ὧδε καὶ φέρετε αὑτοῖς ξύλα ἐκ τοῦ ἕλους καὶ στεγάσαντες καθίσατε. Ἐνόμιζον δὲ ἐγὼ͵ φησίν͵ ὅτι μέλλουσι διὰ τὸν κόπον ἀναχωρεῖν. Ἠρώτησαν δέ με͵ τί ἐργάζωνται ὧδε. Λέγω αὐτοῖς· Τὴν σειράν· καὶ λαμβάνω βαΐα ἐκ τοῦ ἕλους καὶ δεικνύω αὐτοῖς τὴν ἀρχὴν τῆς σειρᾶς καὶ πῶς ῥάπτειν δεῖ͵ καὶ εἶπον· Ποιεῖτε σπυρίδας καὶ παρέχετε τοῖς φύλαξι καὶ φέρουσιν ὑμῖν ψωμία. Λοιπὸν οὖν ἐγὼ ἀνεχώρησα. Αὐτοὶ δὲ μεθ΄ ὑπομονῆς πάντα ἐποίησαν͵ ὅσα εἶπον αὐτοῖς· καὶ οὐ παρέβαλόν μοι ἐπὶ τρία ἔτη. Καὶ ἔμεινα πολεμῶν τοῖς λογισμοῖς͵ λέγων· Τίς ἄρα ἐστὶν ἡ ἐργασία αὐτῶν͵ ὅτι οὐκ ἦλθον ἐρωτῆσαι λογισμόν; Οἱ ἀπὸ μήκοθεν ἔρχονται πρός με, καὶ οὗτοι οἱ ἐγγὺς οὐκ ἦλθον͵ οὔτε δὲ πρὸς ἄλλους ὑπῆγον, εἰ μὴ μόνον εἰς τὴν ἐκκλησίαν σιωπῶντες͵ λαβεῖν τὴν προσφοράν. Καὶ ηὐξάμην τῷ Θεῷ νηστεύσας τὴν ἑβδομάδα͵ ἵνα δείξῃ μοι τὴν ἐργασίαν αὐτῶν. Ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα͵ ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν πῶς κάθηνται. Καὶ κρούσαντός μου ἀνέῳξαν καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχήν͵ ἐκάθισα.

Επόμενη σελίδα της Ενότητας αυτής

Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης