ΕΙΠΕΝ ὁ ἀββᾶς Λογγῖνος τῷ ἀββᾷ Ἀκακίῳ· Ἡ γυνὴ τότε γινώσκει ὅτι συνέλαβεν͵ ὅταν σταλῇ τὸ αἷμα αὐτῆς. Οὕτως οὖν καὶ ἡ ψυχή͵ τότε γινώσκει ὅτι συνέλαβε Πνεῦμα ἅγιον͵ ὅταν σταλῇ τὰ ῥέοντα ἀπ΄ αὐτῆς κάτωθεν πάθη. Ἐν ὅσῳ δὲ ἐνέχεται ἐν αὐτοῖς͵ πῶς δύναται κενοδοξεῖν ὡς ἀπαθής; Δὸς αἷμα καὶ λάβε πνεῦμα.
Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά