Ο ΑΥΤΟΣ (ἀββᾶς Σιλουανός) καθεζόμενός ποτε μετὰ ἀδελφῶν͵ ἐγένετο ἐν ἐκστάσει͵ καὶ πίπτει ἐπὶ πρόσωπον· καὶ μετὰ πολὺ ἀναστὰς ἔκλαιε. Καὶ παρεκάλεσαν αὐτὸν οἱ ἀδελφοὶ͵ λέγοντες· Τί ἔχεις͵ Πάτερ; Ὁ δὲ ἐσιώπα καὶ ἔκλαιεν. Ἀναγκαζόντων δὲ αὐτῶν εἰπεῖν͵ εἶπεν· Ἐγὼ εἰς τὴν κρίσιν ἡρπάγην· καὶ εἶδον πολλοὺς τοῦ γένους ἡμῶν ἀπερχομένους εἰς κόλασιν͵ καὶ πολλοὺς τῶν κοσμικῶν ἀπερχομένους εἰς βασιλείαν. Καὶ ἐπένθει ὁ γέρων καὶ οὐκ ἤθελεν ἐξελθεῖν ἐκ τοῦ κελλίου αὐτοῦ. Εἰ δὲ καὶ ἠναγκάζετο ἐξελθεῖν͵ ἔσκεπε τῷ κουκουλίῳ τὸ πρόσωπον αὐτοῦ͵ λέγων· Τί θέλω ἰδεῖν τὸ φῶς τοῦτο τὸ πρόσκαιρον καὶ οὐδὲν ἔχον ὄφελος;
Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά