ΑΔΕΛΦΟΣ ἀποταξάμενος τῷ κόσμῳ καὶ διαδοὺς τὰ ὑπάρχοντα αὐτοῦ πτωχοῖς͵ παρακατασχὼν δὲ ὀλίγα εἰς λόγον ἑαυτοῦ͵ παρέβαλε τῷ ἀββᾷ Ἀντωνίῳ. Καὶ τοῦτο μαθὼν λέγει αὐτῷ ὁ γέρων· Εἰ θέλεις μοναχὸς γενέσθαι ἄπελθε εἰς τήνδε τὴν κώμην καὶ ἀγόρασον κρέας καὶ περίθες τῷ σώματί σου γυμνῷ καὶ οὕτως ἐλθὲ ἐνταῦθα. Καὶ ποιήσαντος οὕτως τοῦ ἀδελφοῦ͵ οἱ κύνες καὶ τὰ ὄρνεα τὸ σῶμα αὐτοῦ κατέτεμνον. Ἀπαντήσαντος δὲ αὐτοῦ πρὸς τὸν γέροντα͵ ἐπύθετο εἰ γέγονεν ὡς συνεβούλευσεν. Ἐκείνου δὲ ἐπιδεικνυμένου τὸ σῶμα διεσπαραγμένον͵ λέγει ὁ ἅγιος Ἀντώνιος· Οἱ ἀποταξάμενοι τῷ κόσμῳ καὶ θέλοντες ἔχειν χρήματα͵ οὕτως ἀπὸ τῶν δαιμόνων κατακόπτονται πολεμούμενοι.
Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά