ΕΛΕΓΟΝ περί τινος γέροντος ὅτι ἐδεήθη τοῦ Θεοῦ ἰδεῖν τοὺς δαίμονας͵ καὶ ἀπεκαλύφθη αὐτῷ ὅτι, οὐ χρείαν ἔχεις ἰδεῖν αὐτούς. Ὁ δὲ γέρων παρεκάλει λέγων· Κύριε δυνατὸς εἶ σκεπάσαι με τῇ χειρί σου. Ὁ δὲ Θεὸς ἀπεκάλυψε τοὺς ὀφθαλμοὺς αὐτοῦ͵ καὶ εἶδεν αὐτοὺς ὅτι ὥσπερ μέλισσαι κυκλοῦσι τὸν ἄνθρωπον͵ βρύχοντες τοὺς ὀδόντας αὐτῶν ἐπ΄ αὐτόν· οἱ δὲ ἄγγελοι Κυρίου ἐπετίμων αὐτοῖς.
Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά