ΔΙΗΓΗΣΑΝΤΟ περὶ ἐπισκόπου τῆς Ὀξυρύγχου ὀνόματι ἀββᾶ Ἀπφύ· ὅτι ὅτε ἦν μοναχὸς͵ πολλὰς σκληραγωγίας ἐποίει, ὅτε δὲ ἐγένετο ἐπίσκοπος͵ ἠθέλησε χρήσασθαι τῇ αὐτῇ σκληραγωγίᾳ καὶ ἐν τῷ κόσμῳ͵ καὶ οὐκ ἴσχυσε. Καὶ ἔῤῥιψε ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ λέγων· Μὴ ἄρα διὰ τὴν ἐπισκοπὴν ἀπῆλθεν ἡ χάρις ἀπ΄ ἐμοῦ; Καὶ ἀπεκαλύφθη αὐτῷ͵ ὅτι Οὐχί· ἀλλὰ τότε ἔρημος ἦν͵ καὶ μὴ ὄντος ἀνθρώπου͵ ὁ Θεὸς ἀντελαμβάνετο· νῦν δὲ κόσμος ἐστὶ καὶ οἱ ἄνθρωποι ἀντιλαμβάνονταί σου.
Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά