ΑΔΕΛΦΟΣ εἶδε τὸν ἀββᾶν Νισθερῶον φοροῦντα δύο κολόβια͵ καὶ ἐπηρώτησεν αὐτὸν λέγων· Ἐὰν πτωχὸς ἔλθῃ καὶ αἰτήσῃ σε ἱμάτιον͵ ποῖον δίδως αὐτῷ; Καὶ ἀποκριθεὶς εἶπε· Τὸ κάλλιον. Καὶ λέγει ὁ ἀδελφός· Καὶ ἐὰν ἄλλος αἰτήσῃ σε͵ τί παρέχεις αὐτῷ; καὶ λέγει ὁ γέρων· Τὸ ἥμισυ τοῦ ἄλλου. Καὶ λέγει ὁ ἀδελφός· Καὶ ἐὰν ἄλλος αἰτήσῃ σε͵ τί δίδως αὐτῷ; Ὁ δὲ ἔφη· Κόπτω καὶ τὸ λοιπὸν καὶ δίδωμι αὐτῷ τὸ ἥμισυ καὶ τὸ λοιπὸν ζώννυμαι. Καὶ πάλιν λέγει· Εἰ δὲ καὶ τοῦτο ζητήσῃ τις παρὰ σοῦ͵ τί ποιεῖς; Λέγει ὁ γέρων· Παρέχω αὐτῷ τὸ λοιπὸν καὶ πορευθεὶς κάθημαι εἰς ἕνα τόπον͵ ἕως οὗ ὁ Θεὸς πέμψῃ καὶ σκεπάσῃ με· οὐ ζητῶ γὰρ παρ΄ ἄλλου τινός.
Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά