ΤΙΣ τῶν πατέρων ἀπῆλθεν εἰς πόλιν πωλῆσαι τὸ ἐργόχειρον αὐτοῦ͵ καὶ ἰδὼν πτωχὸν γυμνὸν ὄντα καὶ σπλαγχνισθεὶς ἐπ΄ αὐτῷ͵ ἐχαρίσατο αὐτῷ τὸν ἑαυτοῦ λεβήτωνα. Ὁ δὲ πτωχὸς ἀπελθὼν ἐπώλησεν αὐτόν. Ὁ οὖν γέρων μαθὼν ὃ ἐποίησεν ἐλυπήθη καὶ μετέγνω ὅτι ἔδωκεν αὐτῷ τὸ ἱμάτιον. Παρέστη οὖν τῷ γέροντι ὁ Xριστὸς κατ΄ ὄναρ ἐν τῇ νυκτὶ ἐκείνῃ φορῶν τὸν λεβήτωνα καὶ λέγει αὐτῷ· Μὴ λυποῦ͵ ἰδοὺ γὰρ φορῶ ὃ δέδωκάς μοι.
Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά