ΠΑΡΕΒΑΛΕ ποτε ὁ ἀββᾶς Ἰσαὰκ ὁ Θηβαῖος εἰς κοινόβιον καὶ εἶδεν ἀδελφὸν σφαλέντα καὶ κατέκρινεν αὐτόν. Ὡς δὲ ἐξῆλθεν εἰς τὴν ἔρημον͵ ἦλθεν ἄγγελος Κυρίου͵ καὶ ἔστη ἔμπροσθεν τῆς θύρας τοῦ κελλίου αὐτοῦ͵ λέγων· Οὐκ ἀφῶ σε εἰσελθεῖν. Ὁ δὲ παρεκάλει͵ λέγων· Τί ἐστι τὸ πρᾶγμα; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ὁ Θεὸς ἀπέστειλέ με͵ λέγων· Εἰπὲ αὐτῷ͵ Ποῦ κελεύεις βάλω τὸν σφαλέντα ἀδελφὸν ὃν ἔκρινας; Καὶ εὐθέως μετενόησε͵ λέγων· Ἡμάρτηκα͵ συγχώρησόν μοι. Καὶ εἶπεν ὁ ἄγγελος· Ἐγείρου͵ συνεχώρησέ σοι ὁ Θεός. Φύλαξαι δὲ τοῦ λοιποῦ μὴ κρῖναί τινα πρὶν ἢ ὁ Θεὸς κρίνῃ αὐτόν.
Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά