Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Πατέρες τῆς Ἐρήμου

Δοκιμή

 

ΗΚΟΥΣΕΝ ὁ ἀββᾶς Ἀντώνιος περί τινος νεωτέρου μοναχοῦ ποιήσαντος σημεῖον ἐν τῇ ὁδῷ· ὡς τούτου ἑωρακότος γέροντάς τινας ὁδεύοντας καὶ κάμνοντας ἐν τῇ ὁδῷ καὶ ὀνάγρους ἐπιτάξαντος ἐλθεῖν καὶ βαστάσαι τοὺς γέροντας͵ ἕως οὗ φθάσωσι πρὸς Ἀντώνιον. Οἱ οὖν γέροντες ἀνήγγειλαν τῷ ἀββᾷ Ἀντωνίῳ ταῦτα. Καὶ λέγει αὐτοῖς· Ἔοικέ μοι ὁ μοναχὸς οὗτος πλοῖον εἶναι μεστὸν ἀγαθῶν͵ οὐκ οἶδα δὲ εἰ ἥξει εἰς τὸν λιμένα. Καὶ μετὰ χρόνον ἄρχεται ἐξαίφνης ὁ ἀββᾶς Ἀντώνιος κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ καὶ ὀδύρεσθαι. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Τί κλαίεις͵ ἀββᾶ; Καὶ εἶπεν ὁ γέρων· Μέγας στύλος τῆς Ἐκκλησίας ἄρτι ἔπεσεν (ἔλεγε δὲ περὶ τοῦ νεωτέρου μοναχοῦ)· ἀλλὰ ἀπέλθετε͵ φησίν͵ ἕως αὐτοῦ καὶ βλέπετε τὸ γεγονός. Ἀπέρχονται οὖν οἱ μαθηταὶ καὶ εὑρίσκουσι τὸν μοναχὸν ἐπὶ ψιαθίου καθήμενον καὶ κλαίοντα τὴν ἁμαρτίαν ἣν εἰργάσατο. Ἑωρακὼς δὲ τοὺς μαθητὰς τοῦ γέροντος͵ λέγει· Εἴπατε τῷ γέροντι ἵνα παρακαλέσῃ τὸν Θεὸν δέκα μόνας ἡμέρας ἐνδοῦναί μοι͵ καὶ ἐλπίζω ἀπολογήσασθαι. Καὶ ἐντὸς ἡμερῶν πέντε ἐτελεύτησεν.

Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης