ΕΙΠΕΝ ὁ ἀββᾶς Μάρκος τῷ ἀββᾷ Ἀρσενίῳ· Διατί φεύγεις ἡμᾶς; Λέγει αὐτῷ ὁ γέρων· Ὁ Θεὸς οἶδεν ὅτι ἀγαπῶ ὑμᾶς· ἀλλ΄ οὐ δύναμαι εἶναι μετὰ τοῦ Θεοῦ καὶ μετὰ τῶν ἀνθρώπων. Αἱ ἄνω χιλιάδες καὶ μυριάδες ἓν θέλημα ἔχουσιν͵ οἱ δὲ ἄνθρωποι πολλὰ θελήματα ἔχουσιν. Οὐ δύναμαι οὖν ἀφεῖναι τὸν Θεὸν καὶ ἐλθεῖν μετὰ τῶν ἀνθρώπων.
Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά