Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Πατέρες τῆς Ἐρήμου

Μεταστροφή

 

ΑΔΕΛΦΟΣ ἠρώτησε τὸν ἀββᾶν Κρόνιον· Τί ποιήσω τῇ λήθῃ τῇ αἰχμαλωτιζούσῃ τὸν νοῦν μου καὶ οὐκ ἐώσῃ με αἰσθάνεσθαι μέχρι με ἐνέγκῃ κατ΄ αὐτῆς τῆς ἁμαρτίας; Καὶ λέγει ὁ γέρων· Ὅτε ἔλαβον οἱ ἀλλόφυλοι τὴν κιβωτὸν διὰ τὴν κακὴν πρᾶξιν τῶν υἱῶν Ἰσραήλ͵ ἔσυρον αὐτὴν ἕως οὗ ἤνεγκαν αὐτὴν εἰς τὸν οἶκον Δαγὼν τοῦ θεοῦ αὐτῶν· καὶ τότε ἔπεσεν ἐπὶ προσώπου αὐτοῦ. Καὶ λέγει ὁ ἀδελφός· Τί ἐστι τοῦτο; Ὁ δὲ γέρων εἶπεν͵ ὅτι Ἐὰν φθάσωσιν αἰχμαλωτίσαι τὸν νοῦν τοῦ ἀνθρώπου διὰ τῶν ἰδίων αὐτοῦ ἀφορμῶν͵ οὕτως ὑποσύρωσιν αὐτόν͵ ἕως ἂν ἐνέγκωσιν αὐτὸν ἐπάνω τοῦ ἀοράτου πάθους. Ἐν ἐκείνῳ οὖν τῷ τόπῳ ἐὰν στραφῇ ὁ νοῦς καὶ ζητήσῃ τὸν Θεὸν καὶ μνημονεύσῃ τῆς αἰωνίου κρίσεως͵ εὐθὺς τὸ πάθος πίπτει καὶ ἀφανὲς γίνεται. Γέγραπται γάρ· Ὅταν ἀποστραφεὶς στενάξῃς͵ τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα.

Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης