ΠΑΡΕΒΑΛΟΝ ποτε γέροντες τῷ ἀββᾷ Ἀντωνίῳ͵ καὶ ἦν ὁ ἀββᾶς Ἰωσὴφ μετ΄ αὐτῶν. Καὶ θέλων ὁ γέρων δοκιμάσαι αὐτούς͵ προεβάλετο ῥῆμα ἐκ τῆς Γραφῆς καὶ ἤρξατο ἐρωτᾷν ἀπὸ τῶν μικροτέρων͵ τί ἐστι τὸ ῥῆμα τοῦτο. Καὶ ἕκαστος ἔλεγε κατὰ τὴν ἰδίαν δύναμιν. Ὁ δὲ γέρων ἑκάστῳ ἔλεγεν· Οὔπω εὗρες. Ὕστερον ὅλων λέγει τῷ ἀββᾷ Ἰωσήφ· Σὺ πῶς λέγεις εἶναι τὸν λόγον τοῦτον; Ἀποκρίνεται· Οὐκ οἶδα. Λέγει οὖν ὁ ἀββᾶς Ἀντώνιος· Πάντως ἀββᾶς Ἰωσὴφ εὗρε τὴν ὁδόν͵ ὅτι εἶπεν͵ Οὐκ οἶδα.
Πατέρες τῆς Ἐρήμου : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά