ΣΜΙΚΡΟΝ δὲ ἤτοι λεπτὸν ἐπ΄ αὐτοῦ λέγεται τὸ παντὸς ὄγκου καὶ διαστήματος ἐκβεβηκὸς καὶ τὸ διὰ πάντων ἀκωλύτως χωροῦν. Καίτοι καὶ πάντων αἴτιόν ἐστι τὸ σμικρόν͵ οὐδαμοῦ γὰρ εὑρήσεις τὴν τοῦ σμικροῦ ἰδέαν ἀμέθεκτον. Οὕτως οὖν ἐπὶ θεοῦ τὸ σμικρὸν ἐκληπτέον ὡς ἐπὶ πάντα καὶ διὰ πάντων ἀνεμποδίστως χωροῦν καὶ ἐνεργοῦν καὶ διϊκνούμενον ἄχρι μερισμοῦ ψυχῆς καὶ σώματος͵ ἁρμῶν τε καὶ μυελῶν καὶ ἐννοιῶν καρδίας͵ μᾶλλον δὲ τῶν ὄντων ἁπάντων. Οὐ γάρ ἐστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Τοῦτο τὸ σμικρὸν ἄποσόν ἐστι καὶ ἀπήλικον͵ ἀκρατές͵ ἄπειρον͵ ἀόριστον͵ περιληπτικὸν πάντων͵ αὐτὸ δὲ ἀπερίληπτον.
Τὸ δὲ ταὐτὸν ὑπερουσίως ἀΐδιον͵ ἄτρεπτον͵ ἐφ΄ ἑαυτοῦ μένον͵ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον͵ πᾶσιν ὡσαύτως παρὸν καὶ αὐτὸ καθ΄ ἑαυτὸ ἐφ΄ ἑαυτοῦ σταθερῶς καὶ ἀχράντως ἐν τοῖς καλλίστοις πέρασι τῆς ὑπερουσίου ταὐτότητος ἱδρυμένον͵ ἀμετάβλητον͵ ἀμετάπτωτον͵ ἀῤῥεπές͵ ἀναλλοίωτον͵ ἀμιγές͵ ἄϋλον͵ ἁπλούστατον͵ ἀπροσδεές͵ ἀναυξές͵ ἀμείωτον͵ ἀγένητον͵ οὐχ ὡς μήπω γενόμενον ἢ ἀτελείωτον ἢ ὑπὸ τοῦδε ἢ τόδε μὴ γενόμενον͵ οὐδ΄ ὡς μηδαμῆ μηδαμῶς ὄν͵ ἀλλ΄ ὡς ὑπὲρ πᾶν ἀγένητον καὶ ἀπολύτως ἀγένητον καὶ ἀεὶ ὂν καὶ αὐτοτελὲς ὂν καὶ ταὐτὸν ὂν καθ΄ ἑαυτὸ καὶ ὑφ΄ ἑαυτοῦ μονοειδῶς καὶ ταὐτοειδῶς ἀφοριζόμενον καὶ τὸ ταὐτὸν ἐξ ἑαυτοῦ πᾶσι τοῖς μετέχειν ἐπιτηδείοις ἐπιλάμπον καὶ τὰ ἕτερα τοῖς ἑτέροις συντάττον͵ περιουσία καὶ αἰτία ταὐτότητος ἐν ἑαυτῷ καὶ τὰ ἐναντία ταὐτῶς προέχον κατὰ τὴν μίαν καὶ ἑνικὴν τῆς ὅλης ταὐτότητος ὑπερέχουσαν αἰτίαν.
Ἅγιος Διονύσιος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά