ΠΗΓΗ μὲν δυνάμεώς ἐστιν ὁ Πατήρ͵ δύναμις δὲ τοῦ Πατρὸς ὁ Υἱός͵ δυνάμεως δὲ πνεῦμα τὸ Πνεῦμα τὸ ἅγιον· ἡ δὲ κτίσις πᾶσα ὅση τε αἰσθητὴ καὶ ὅση ἀσώματος τῆς θείας δυνάμεώς ἐστιν ἀποτέλεσμα. Καὶ ἐπειδὴ πόνος οὐδεὶς ἐν τῇ συστάσει τῶν περὶ τὴν θείαν φύσιν ὑπονοεῖται (ὁμοῦ γὰρ τῷ προελέσθαι τὸ γενέσθαι δέον εὐθὺς οὐσία ἡ πρόθεσις γίνεται)͵ πᾶσαν τὴν διὰ τῆς κτίσεως ὑποστᾶσαν φύσιν͵ θελήματος κίνησιν καὶ προθέσεως ὁρμὴν καὶ δυνάμεως διάδοσιν͵ εἰκότως ἄν τις προσαγορεύσειεν ἐκ Πατρὸς ἀρχομένην καὶ δι΄ Υἱοῦ προϊοῦσαν καὶ ἐν Πνεύματι ἁγίῳ τελειουμένην.
Ἅγιος Γρηγόριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά