ΑΛΛ΄ ἡγεῖσθαι κατὰ τὴν ἐν τοῖς σπέρμασιν ἀναλογίαν τὸ ἀεὶ παρὸν πρός τι πάντως χρησίμως τε καὶ ἀναγκαίως ἔχειν͵ οὐ μὴν τοῦτο εἶναι οὗ χάριν εἰς γένεσιν ἤλθομεν. Οὐ γὰρ ἐπὶ τὸ ἔμβρυον γενέσθαι παρὰ τοῦ δημιουργήσαντος ἡμᾶς ὑπέστημεν οὐδὲ πρὸς τὸν βρεφώδη βίον ὁ σκοπὸς τῆς φύσεως βλέπει οὐδὲ πρὸς τὰς ἐφεξῆς ἡλικίας ὁρᾷ, ἃς ἀεὶ διὰ τῆς ἀλλοιώσεως μετενδύεται τῷ χρόνῳ τὸ εἶδος συνεξαλλάσσουσα͵ οὐδὲ πρὸς τὴν ἐπιγινομένην διὰ τοῦ θανάτου λύσιν τῷ σώματι͵ ἀλλὰ πάντα ταῦτα καὶ τὰ τοιαῦτα τῆς ὁδοῦ δι΄ ἧς πορευόμεθα͵ μέρη ἐστίν. Ὁ δὲ σκοπὸς καὶ τὸ πέρας τῆς διὰ τούτων πορείας ἡ πρὸς τὸ ἀρχαῖον ἀποκατάστασις͵ ὅπερ οὐδὲν ἕτερον ἢ ἡ πρὸς τὸ θεῖόν ἐστιν ὁμοίωσις. Καὶ ὥσπερ ἐπὶ τῆς κατὰ τὸν στάχυν εἰκόνος ἀναγκαῖος μὲν ἐφάνη τῷ λόγῳ τῆς φύσεως καὶ ὁ προεκβαλλόμενος χόρτος͵ οὐ μὴν δὲ δι΄ ἐκεῖνόν ἐστιν ἡ γεωργία οὐδὲ χιτῶνες καὶ ἀθέρες καὶ καλάμη καὶ ὑποζώματα πρόκεινται τῇ τῆς γεωργίας σπουδῇ, ἀλλ΄ ὁ τρόφιμος καρπὸς ὁ διὰ τούτων προιὼν εἰς τελείωσιν͵ οὕτω καὶ τῆς ζωῆς τὸ μὲν προσδοκώμενον πέρας μακαριότης ἐστίν͵ τὰ δὲ ὅσα περὶ τὸ σῶμα νῦν καθορᾶται͵ θάνατος καὶ γῆρας καὶ νεότης καὶ νηπιότης καὶ ἡ ἐν ἐμβρύῳ διάπλασις͵ πάντα ταῦτα οἷόν τινες χόρτοι καὶ ἀθέρες καὶ κάλαμοι ὁδὸς καὶ ἀκολουθία καὶ δύναμις τῆς ἐλπιζομένης ἐστὶ τελειώσεως. Πρὸς ἣν βλέπων ἐὰν εὐφρονῇς͵ οὔτε ἀπεχθῶς ἕξεις πρὸς ταῦτα οὔτε μὴν ἐμπαθῶς τε καὶ ἐπιθυμητικῶς διατεθήσῃ ὡς ἢ χωριζόμενος αὐτῶν ἀνιᾶσθαι ἢ αὐτομολεῖν πρὸς τὸν θάνατον. ...
Ἅγιος Γρηγόριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά