ΤΟΝ ΘΕΙΟΝ Ἀπόστολον πρὸς τὴν τῶν μυστηρίων τούτων ἑρμηνείαν παραληψόμεθα· φησὶ γάρ που τῶν ἑαυτοῦ λόγων ἐκεῖνος πρὸς Ἐφεσίους γράφων͵ ὅτε τὴν μεγάλην οἰκονομίαν τῆς διὰ σαρκὸς γεγενημένης θεοφανείας ἡμῖν διηγήσατο͵ ὅτι οὐ μόνον ἡ ἀνθρωπίνη φύσις ἐπαιδεύθη τὰ θεῖα διὰ τῆς χάριτος ταύτης μυστήρια͵ ἀλλὰ καὶ ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις ἐγνωρίσθη ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ διὰ τῆς κατὰ Χριστὸν ἐν τοῖς ἀνθρώποις οἰκονομίας φανερωθεῖσα. Ἔχει δὲ ἡ λέξις οὕτως· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν͵ ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ· τῷ ὄντι γὰρ διὰ τῆς Ἐκκλησίας γνωρίζεται ταῖς ὑπερκοσμίοις δυνάμεσιν ἡ ποικίλη τοῦ Θεοῦ σοφία ἡ διὰ τῶν ἐναντίων θαυματουργήσασα τὰ μεγάλα θαυμάσια͵ πῶς γέγονε διὰ θανάτου ζωὴ καὶ δικαιοσύνη διὰ τῆς ἁμαρτίας καὶ διὰ κατάρας εὐλογία καὶ δόξα διὰ τῆς ἀτιμίας καὶ διὰ τῆς ἀσθενείας ἡ δύναμις· μόνην γὰρ ἐν τοῖς πρὸ τούτου χρόνοις τὴν ἁπλῆν τε καὶ μονοειδῆ τοῦ Θεοῦ σοφίαν αἱ ὑπερκόσμιοι δυνάμεις ἐγίνωσκον καταλλήλως ἐνεργοῦσαν τῇ φύσει τὰ θαύματα (καὶ ποικίλον ἦν ἐν τοῖς ὁρωμένοις οὐδὲν ἐν τῷ δύναμιν οὖσαν τὴν θείαν φύσιν πᾶσαν τὴν κτίσιν κατ΄ ἐξουσίαν ἐργάζεσθαι ἐν μόνῃ τῇ ὁρμῇ τοῦ θελήματος τὴν τῶν ὄντων φύσιν εἰς γένεσιν ἄγουσαν καὶ ποιεῖν τὰ πάντα καλὰ λίαν τὰ ἀπὸ τῆς τοῦ καλοῦ πηγῆς ἀναβρύοντα)͵ τὸ δὲ ποικίλον τοῦτο τῆς σοφίας εἶδος τὸ ἐκ τῆς πρὸς τὰ ἐναντία διαπλοκῆς συνιστάμενον νῦν διὰ τῆς Ἐκκλησίας σαφῶς ἐδιδάχθησαν͵ πῶς ὁ Λόγος σὰρξ γίνεται͵ πῶς ἡ ζωὴ θανάτῳ μίγνυται͵ πῶς τῷ ἰδίῳ μώλωπι τὴν ἡμετέραν ἐξιᾶται πληγήν͵ πῶς τῇ ἀσθενείᾳ τοῦ σταυροῦ καταπαλαίει τοῦ ἀντικειμένου τὴν δύναμιν͵ πῶς τὸ ἀόρατον ἐν σαρκὶ φανεροῦται͵ πῶς ἐξωνεῖται τοὺς αἰχμαλώτους αὐτός τε ὢν ὁ ὠνούμενος καὶ αὐτὸς χρῆμα γινόμενος (ἑαυτὸν γὰρ ἔδωκε λύτρον ὑπὲρ ἡμῶν τῷ θανάτῳ)͵ πῶς καὶ ἐν τῷ θανάτῳ γίνεται καὶ τῆς ζωῆς οὐκ ἐξίσταται͵ πῶς καὶ τῇ δουλείᾳ καταμίγνυται καὶ ἐν τῇ βασιλείᾳ μένει· ταῦτα γὰρ πάντα καὶ τὰ τοιαῦτα ποικίλα ὄντα καὶ οὐχ ἁπλᾶ τῆς σοφίας ἔργα διὰ τῆς Ἐκκλησίας οἱ φίλοι τοῦ Νυμφίου μαθόντες ἐκαρδιώθησαν͵ ἄλλον χαρακτῆρα τῆς θείας σοφίας ἐν τῷ μυστηρίῳ κατανοήσαντες.
Ἅγιος Γρηγόριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά