ΩΣΠΕΡ ὁ Θεὸς ἀκατάληπτός ἐστι καὶ ἀπερίγραπτος, οὕτω καὶ ὁ νοῦς πανταχοῦ φέρεται καὶ ἔνθα οὐκ ἐγένετο παραγίνεται, καὶ εἰ βουληθείη ἄπεισιν εἰς τὰ ἐξώτερα καὶ εἰς τὰ κατώτερα καὶ ἀνώτερα τῆς γῆς μέρη, ὅσῳ δέ τις προκόπτει εἰς τὴν ἐπίγνωσιν τοῦ πνεύματος, τοσούτῳ μεῖζον γνωρίζει τὴν ἰδίαν ὑπόστασιν. Ὅν τρόπον δὲ ἀνδριαντοπλάσται καὶ πάντες οἱ χαλκουργοὶ πρῶτον κηροπλαστήσαντες ἐκτύπωμα, οὗ βούλονται κατασκευάσαι ζωδίου, καθ᾿ ὁμοίωσιν τοῦτο διὰ χαλκοῦ μετὰ τοῦτο ποιοῦσιν ἐγχέοντες τὸν τετηγμένον χαλκόν, οὕτως ὁ Θεὸς λαβὼν «χοῦν ἀπὸ τῆς γῆς» ἐποίησε τὴν εἰκόνα τοῦ ἔξω ἀνθρώπου καὶ κατὰ τὴν ὁμοιότητα τούτου ἐποίησε τὸν ἔσω ἄνθρωπον, ὃς καλεῖται ψυχὴ καὶ νοῦς, σκεῦος τίμιον, μόνῳ Θεῷ καὶ τοῖς τελείοις καὶ πνευματοφόροις γνωριζόμενον καὶ νοούμενον. Τιμιώτερον δέ ἐστι πάντων τῶν κτισμάτων ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ὁ δὲ ἔξω ἄνθρωπος γεννᾶται ὡς καὶ τὰ λοιπὰ ζῷα, ἐσθίει ἐκ τῆς γῆς, γηρᾷ, ἀποθνῄσκει. Ὁ δὲ ἔσω ἄνθρωπος (τουτέστιν ἡ ψυχή) «κατ᾿ εἰκόνα καὶ ὁμοίωσιν» τοῦ Θεοῦ γεγένηται καὶ τούτῳ συγκρίνεται, ἔστι γὰρ νύμφη βασιλέως καὶ ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφραίνεται ἐπὶ ψυχῇ Κύριος. Κέκληται δὲ εἰς υἱοθεσίαν. «ὅσοι γὰρ πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσι» καὶ ἀδελφοὶ καὶ φίλοι τοῦ νυμφίου. Καὶ ὥσπερ ἀνελθὼν εἰς τὸ ὄρος ὁ Κύριος «μετεμορφώθη» εἰς τὴν θεϊκὴν αὐτοῦ δόξαν, οὕτως αἱ ψυχαὶ ἀπὸ τοῦ νῦν φωτίζονται καὶ συνδοξάζονται, ἐν δὲ τῇ τελευταίᾳ ἡμέρᾳ καὶ τὰ σώματα συνδοξαζόμενα ἐξαστράπτει. Λέγει γὰρ ἡ γραφή· «τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν». Ἄρα οὖν ἀπεντεῦθεν ἔχουσι τὴν υἱοθεσίαν καὶ τὴν ἀκατάλυτον χαράν, ἣν χαίρουσιν οἱ Χριστιανοί· οὐ γὰρ διαδέχεται αὐτοὺς λύπη πάλιν. Καὶ τὴν μὲν τοῦ κόσμου χαρὰν καταλαβοῦσα θλῖψις καταλύει, ἡ δὲ χάρις τοῦ Κυρίου συμβασιλεύειν ποιεῖ εἰς τοὺς ἀπεράντους αἰῶνας. Καὶ ἡ μὲν βασιλεία τοῦ κόσμου τούτου καὶ τὸ κράτος τῆς γῆς ταπεινὸν καὶ ἐξουδενωμένον, ἡ δὲ τοῦ Κυρίου ἀδιάλειπτος. Ἀποδέδεικται οὖν ὅτι ἔχει ἡ ψυχὴ εἰκόνα ἰδίαν, τὰ μέλη τοῦ ἔξω ἀνθρώπου· ἡμεῖς δὲ δόξαν ἀναπέμψωμεν τῇ μακαρίᾳ καὶ ἀθανάτῳ τριάδι πατρί τε καὶ υἱῷ καὶ ἁγίῳ Πνεύματι, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά