Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Διδαχή

 

Σελ 2

Ὁ Κύριος οἰκονομικῶς σοι ἐμπιστεύει τὴν χάριν, κυβερνᾷ καὶ διοικεῖ· ἐπειδὴ γὰρ ἡ ἀνθρωπίνη φύσις ἀσθενὴς οὖσα ἐπαίρεται καὶ τυφοῦται, ἐὰν εὕρῃ ὀλίγην ἀνάπαυσιν καὶ χάριν τοῦ Κυρίου καὶ τοὺς πολλοὺς κρίνει, διὰ τοῦτο παραχωρεῖ ἡ χάρις, ἵνα ᾖ πάντοτε ὁ ἄνθρωπος ὑπὸ κόνδυλον καὶ μέριμναν. Οὕτω γὰρ αὐτῷ συμφέρει. Ἄρχεται γὰρ πενθεῖν ἑαυτὸν καὶ ὀδύρεσθαι, καὶ ὁ Κύριος χαίρει ἐπὶ τῇ τοιαύτῃ προαιρέσει· «καρδίαν» γὰρ «συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει». Ὥσπερ γὰρ ἵνα ἔχῃ δεσπότης δύο δούλους, ὧν ὁ εἷς λαβὼν παρρησίαν, ἄρχεται ἐπιτρεπτικῶς φέρεσθαι πρὸς τὸν δεσπότην, ὁ δ᾿ ἄλλος ὑπὸ φόβον ἐστὶ καὶ πληγάς, καὶ εἴ τι αὐτῷ λέγεται ὑπὸ τοῦ δεσπότου, τρέμων ταχέως ὑπακούει, μήπως ἐὰν παρακούσῃ τυπτηθῇ. Ὁ γοῦν δεσπότης ἐπὶ τῷ τοιούτῳ χαίρει, δηλονότι τῷ προθύμως ὑπουργοῦντι καὶ ἐπιτελοῦντι τὰ λεγόμενα. Οἱ ἐξερχόμενοι τῶν οἰκείων καὶ στήκοντες εἰς τὴν θύραν τοῦ Κυρίου καλῶς στήκουσιν· ἐξερχόμενοι γὰρ τοῦ κόσμου ζητοῦσι κτήσασθαι καρποὺς ξένους τῆς φύσεως. Πάντα γὰρ τὰ ἐπίγεια ἀλλότριά ἐστι τῶν οὐρανίων. Ἡ δὲ [σὴ] φύσις χρῄζει τοῦ Κυρίου, εἰς τὸ ἐλθεῖν τὸν Κύριον καὶ συγκερασθῆναι τῷ σώματι καὶ τῇ ψυχῇ καὶ γενέσθαι ἓν σῶμα μετὰ τοῦ Κυρίου καὶ κατοικῆσαι εἰς τὸν ἔσω ἄνθρωπον τὸν Χριστόν, τουτέστιν ἵνα γένηται εἷς ἄνθρωπος τέλειος τῆς ζωῆς καὶ τῆς βασιλείας τῶν αἰώνων. [Δόξα τῇ μεγαλ[ωσύνῃ] αὐτοῦ]. Ἀμήν.

Αρχική σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης