Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Οἱ ἀληθινοὶ χριστιανοί

 

ΠΑΝΤΕΣ Χριστιανοὺς νομίζουσιν ἑαυτοὺς εἶναι διὰ τὴν ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως ἢ καὶ δι᾿ ὀλίγας τινὰς ἀρετάς, ἀλλὰ οἱ ἀληθινοὶ Χριστιανοὶ ὀλίγοι εἰσίν, οἱ πνεύματι ἁγίῳ πλούσιοι, οἱ ταῖς διαφόροις τρυφαῖς τῆς χάριτος ἐναπολαύοντες, οἱ τῷ οὐρανίῳ πόθῳ τοῦ πνεύματος εὐφραινόμενοι, οἱ τοῖς διαφόροις τῶν χαρισμάτων οὐρανίοις ἐνδύμασιν τὴν ψυχὴν κεκοσμημένοι, οἱ οὐχ ὁμολογίᾳ καὶ ψιλῇ πίστει ἀλλὰ δυνάμει καὶ ἐνεργείᾳ πνεύματος τὸν Χριστιανισμὸν κεκτημένοι, οἱ τὸν οὐράνιον χρυσὸν (τουτέστι τὴν τῶν μυστηρίων τοῦ πνεύματος γνῶσιν καὶ διήγησιν) μετὰ χεῖρας τῆς ψυχῆς ἀδιαλείπτως τῷ νῷ ψηλαφῶντες, οὗτοί εἰσιν οἱ ἀληθινοὶ Χριστιανοί. Ἐὰν γὰρ συγκρίνῃς τὴν τοῦ νοὸς αὐτῶν διαγωγὴν καὶ ζωὴν τῆς ψυχῆς πρὸς τὴν ἐκείνων, εὑρήσεις πολλὴν διαφορὰν ὡς ζώντων πρὸς νεκρούς. Ἐκεῖνοι γὰρ ἐν τῇ δεινῇ πενίᾳ τοῦ ἐγκοσμίου πνεύματος ὄντες καὶ τῆς δυνάμεως τοῦ οὐρανίου πλούτου ἐστερημένοι καὶ ὑπὸ τῶν παθῶν τὸν νοῦν συγκεχυμένοι μόλις κἂν ἕνα λογισμὸν καλὸν ἀπὸ πολλῶν κακῶν εὑρίσκοντες ἐν ἑαυτοῖς ἀναπαύονται τῇ πενίᾳ διοικούμενοι καὶ ἐνδύμασι λιτοῖς ἀρετῶν μικρῶν πληροφοροῦνται τὰ διάφορα μὴ ἔχοντες τοῦ πνεύματος ἐν ταῖς θείαις ἀρεταῖς ἐνεργήματα, ὡς καὶ ὁ Κύριος πολλὴν τὴν διαφορὰν ἐφανέρωσε τῶν ἀληθινῶν προσκυνητῶν μελλόντων ἔσεσθαι ἀπὸ τῶν πολλῶν τῶν δοκούντων προσκυνεῖν ἐπιπολαίῳ καὶ ἐξωτέρᾳ προσκυνήσει, μὴ «ἐν πνεύματι» δὲ «καὶ ἀληθείᾳ» προσκυνούντων, εἰπών· «ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. Πνεῦμα ὁ Θεὸς καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», τοὺς ἐπουρανίους παλατινοὺς καὶ ἐν πνεύματι πλουσίους ἀπὸ τῶν ἐν πενίᾳ δεινῇ τῆς ἁμαρτίας διακρίνων, οἵτινες διὰ τὴν ὁμολογίαν τῆς εἰς Χριστὸν πίστεως ζῆν δοκοῦσιν, οὐ μέντοι τὴν πλουσίαν ζωὴν τῆς ἐν δυνάμει τοῦ πνεύματος ἐνεργείας κεκτημένοι.

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης