Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἡ πνευματικὴ καὶ ἐνυπόστατη ἐργασία

 

Ο ΤΟΝ ΟΙΚΟΔΕΣΠΟΤΗΝ ἰδὼν καὶ εὑρὼν πάντα τὰ ἐν τῷ οἴκῳ αὐτοῦ εἶδε καὶ εὗρεν. Τὸν αὐτὸν τρόπον καὶ ὁ τὸν Κύριον ζητῶν καὶ εὑρίσκων πάντα τὰ ἐπουράνια ἀγαθὰ εὗρεν· ἐν αὐτῷ γάρ «εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως» οἱ «ἀπόκρυφοι». Τί οὖν ἐροῦμεν· ποῦ ἐστιν ὁ Θεὸς ὁ μὴ ὁρώμενος. Ἆρα ἐπὶ γῆς. Ἆρα ἐν οὐρανοῖς. Ἆρα ὑπὸ τὴν θάλασσαν. Ἆρα ὑπὸ τὴν γῆν; Τίς δύναται αὐτὸν κρατῆσαι ἢ ἰδεῖν; Οὐδὲ ἓν τῶν κτισμάτων. Ψυχῇ πιστῇ καὶ ἀγαπώσῃ αὐτὸν κρατητὸν ἑαυτὸν παρέσχεν, «οὕτως ἠγάπησε» τὸ κτίσμα τοῦτο, τὴν ψυχήν. Ὡσαύτως πάλιν ψυχὴν τίς δύναται ἰδεῖν ἢ κρατῆσαι; Ἤ ποία ἐστίν; Οὐ φαίνεται. Αὐτὸς ὁ ἄνθρωπος ἑαυτὸν οὐ γινώσκει, ἕως οὗ ὁ Κύριος αὐτῷ ἀποκαλύψει. Ποῦ γὰρ οὐκ ἔστι τοῖς λογισμοῖς; Καθώς φησιν ἡ Σοφία· «ἄβυσσον καὶ καρδίαν τίς ἐξερευνήσει»; Καὶ πάλιν ὁ ψαλμῳδός φησίν· «ἄβυσσος ἄβυσσον ἐπικαλεῖται». Μόνος οὖν ὁ Θεὸς συναγαγεῖν τοὺς λογισμοὺς αὐτῆς δύναται καὶ κρατῆσαι αὐτὴν εἰς τὸ ἴδιον θέλημα. Ψυχὴ οὖν Θεὸν κρατεῖ (ὡς προείρηται) τῇ ἀγάπῃ αὐτῆς· ἑαυτὸν γὰρ κρατητὸν ψυχῇ πιστῇ ὁ Κύριος θελήσας ἐποίησε καὶ Θεὸς ψυχὴν κρατεῖ εἰς ἑαυτὸν καὶ τοὺς λογισμοὺς πάντας εὐθύνει καὶ ὁδηγεῖ, καὶ χωρίζει τὸ μεμιγμένον ἀλλότριον αὐτῆς ἐγκόσμιον πνεῦμα. Ἀπὸ γὰρ τῆς τοῦ Ἀδὰμ παραβάσεως πᾶν γένος ἀνθρώπων εἰς τὴν φύσιν αὐτῶν (τὴν ψυχὴν καὶ τὸ σῶμα) ἐδέξαντο φάρμακον πικρὸν θανάτου, σκότους, ἁμαρτίας, ἐξαμαρτάνειν προτρεπόμενον, καὶ τοῦτο οὐδεὶς δύναται θεραπεῦσαι καὶ ἐξελέσθαι καὶ ἰάσασθαι τὴν ἀνθρωπότητα καὶ φονεῦσαι τὸν φονέα ἡμῶν, ἢ μόνον τὸ τοῦ Θεοῦ πνεῦμα· ἰδού (γάρ φησιν) «ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου». Ἐπειδὴ οὖν οἶδε τὸ κακὸν τὸ συνὸν τῷ ἀνθρώπῳ, τίς δύναται μόνος φονεῦσαι αὐτό, χαυνοῖ καὶ ἐξυδαροῖ τὸν νοῦν ἐπὶ κοσμικά τινα πράγματα προτρεπόμενον ἢ καί τινα ἕτερα εὔλογα, μόνον ἵνα ἐκκλίνῃ αὐτὸν ἐξ ἐκείνης τῆς ζητήσεως καὶ ἐξ ἐκείνου τοῦ πόνου. Οἶδε γὰρ ὅτι, ἐὰν ἐκεῖνο ζητῇ, ὃ φονεύσει αὐτόν, ἀπολεῖται ταχέως.

Επόμενη σελίδα της Ενότητας αυτής

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης