Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Διακονία

 

Ο ΚΥΡΙΟΣ ἡμῶν Ἰησοῦς Χριστὸς αὐτός ἐστιν ὁ θεμέλιος καὶ αὐτός ἐστι τὸ συμπλήρωμα, ὁ ἀκρογωνιαῖος. Ἀπὸ γὰρ τῆς γῆς καὶ τοῦ οὐρανοῦ ἐστιν ὁ Κύριος· ἐξ οὐρανοῦ γὰρ Θεὸς ἦλθε καὶ ἔλαβε τὸν ἄνθρωπον ἀπὸ γῆς καὶ συνεκεράσθη τῷ ἀνθρώπῳ. Ἴδε ἀπ᾿ οὐρανοῦ καὶ ἴδε ἀπὸ γῆς, ἴδε ὁ θεμέλιος καὶ ἴδε ὁ ἀκρογωνιαῖος. Οὕτως ηὐδόκησε ποιῆσαι καὶ τοῖς οὖσιν ἀπὸ γῆς ἔδωκε πνεῦμα ἅγιον ἐξ οὐρανοῦ, ἵνα τοὺς ἄνω καὶ τοὺς κάτω ποιήσῃ μίαν ἐκκλησίαν συγκεράσας τὴν θεότητα τῇ ἀνθρωπότητι. Ὅταν δὲ ἀκούσῃς θεμέλιον, τὸν Κύριον νόησον· αὐτὸς γὰρ ὁ θεμέλιος μεμέτρηται καὶ οἱ ἐποικοδομούμενοι λίθοι πρὸς ἰσόμετρον τοῦ θεμελίου ὀφείλουσιν εἶναι, ἵνα ἡ οἰκοδομὴ ὑπὸ μίαν ἁρμολογίαν γένηται· οὔτε γὰρ κολοβοὶ δύνανται προχωρῆσαι ἐκεῖ οὔτε μακροί, ἀλλ᾿ ἴσοι τοῦ μέτρου τοῦ θεμελίου ἁρμόζουσιν. Οὕτω καὶ ὁ Χριστὸς ὢν ἀληθινὸς θεμέλιος καὶ ἀκρογωνιαῖος εἰς ἐκεῖνο τὸ μέτρον τῆς τελειότητος τοῦ Χριστοῦ ἐκάλεσεν ἐλθεῖν πάντας ἀνθρώπους. Τοῦτο ἔλεγεν ὁ ἀπόστολος· «ἄχρι καταντήσωμεν οἱ πάντες» «εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ», καὶ πάλιν· «ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ», καὶ πάλιν· «ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα» τοῦ Χριστοῦ. Εἰς ταῦτα τὰ μέτρα ἐκάλεσεν ὁ Χριστὸς τὸ γένος τῶν ἀνθρώπων ἐλθεῖν, εἰς ταύτην τὴν οἰκοδομὴν προσκέκληται πρὸς ἴσον τοῦ θεμελίου, ὅς ἐστιν αὐτὸς ὁ Κύριος. Δόξα τῇ μεγαλειότητι αὐτοῦ. Ὁ κόσμος ὅλος εἰς τὴν φαινομένην διακονίαν ἕστηκεν, οἱ δὲ τοῦ Θεοῦ δοῦλοι ἀόρατον ἔχουσι τὴν διακονίαν ἐν μυστηρίῳ καὶ οὐκ ἴσασιν οἱ ἄνθρωποι. Ὥσπερ γὰρ ἡ ἀγγελικὴ φύσις ἀόρατος οὖσα διακονεῖ ἐν τοῖς ἀοράτοις τῷ ἀοράτῳ Θεῷ, οὕτω καὶ ἡ ψυχὴ οὖσα πνεῦμα ἀοράτως διακονεῖ τῷ Θεῷ τῷ ἀοράτῳ. Καὶ ὁ σατανᾶς πνεῦμα ὢν καὶ αὐτὸς κρυπτῶς ἐν τῷ βάθει τῆς καρδίας πολεμεῖ. Οἱ δὲ νῦν ἔχοντες ἔργον πνευματικὸν κατὰ τὸν ἀπόστολον οὐ «πρὸς αἷμα καὶ σάρκα» ἔχουσι τὴν πάλην, ἀλλὰ «πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους». Αὕτη ἡ δύναμις τῆς θεότητος· ἀόρατος οὖσα ἔκτισε κόσμον τὸν φαινόμενον. Καὶ ἡ ψυχὴ ὁμοίως ἀόρατος οὖσα ἔκτισε κόσμον τὸν μὴ φαινόμενον. Τὸ αὐτὸ καὶ ὁ πονηρὸς διὰ τῆς ἀφανοῦς δυνάμεως αἰχμαλωτίζει εἰς διακονίας φαινομένας τῆς ἀνομίας. … Εἴ τις γάρ ἐστιν ἐν ἐρημίαις καθεζόμενος καὶ ἀσκεῖ ἔτι ἐγκρατὴς ὢν καὶ μὴ οἰκοδομῶν ἐπὶ τὸν Κύριον, «ἐπὶ τὴν ἄμμον» οἰκοδομεῖ, ἐπὶ πράγματα λυόμενα καὶ εὔφθαρτα. Ὅν τρόπον γὰρ ἀποσπασθείσης κεφαλῆς ἀνθρώπου οὐκ ἐγχωρεῖ τὰ ἄλλα μέλη συστῆναι, ἀλλ᾿ εὐθέως λύεται καὶ φθείρεται, οὕτως ἄνευ τῆς κεφαλῆς (τουτέστιν ἄνευ τοῦ Χριστοῦ), ζῆσαι ψυχὴν ἀδύνατον, ὥσπερ οὐδὲ ἰχθὺν ἄνευ ὕδατος ζῆν. Ἐκεῖνον γὰρ ἔχων τὸν θεμέλιον ὡς ἐπὶ «πέτραν» ἐστὶν οἰκοδομῶν τὸ ἔργον αὐτοῦ. Δόξα τοῖς οἰκτιρμοῖς αὐτοῦ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης