Η ΨΥΧΗ ἡ ζητήσασα τὸν Θεὸν τῷ ἑαυτῆς θελήματι καὶ τῇ ἑαυτῆς ἀγάπῃ ἕλκει αὐτὸν πρὸς ἑαυτὴν τοῦ βασιλευθῆναι καὶ ἡγημονευθῆναι καὶ ὁδηγηθῆναι ὑπ᾿ αὐτοῦ κατὰ τὸ αὐτοῦ θέλημα. Καὶ γὰρ αὐτὸς ὁ Κύριος οὕτω βούλεται ζητηθεὶς καὶ ἀγαπηθεὶς καὶ πιστευθεὶς καὶ ἑλκυσθεὶς ὑπὸ τῆς ἀγάπης τῆς ψυχῆς ἐλθεῖν καὶ κατασκηνῶσαι καὶ βασιλεῦσαι καὶ ἡγεμονεῦσαι παντὸς τοῦ φρονήματος αὐτῆς καὶ ὁδηγῆσαι αὐτὴν εἰς πᾶν τὸ τοῦ Θεοῦ θέλημα. Μὴ γάρ τις νομίσῃ μικράν τινα εἶναι τὴν ψυχὴν ἅτε ἐν μικρῷ σώματι κατοικοῦσαν καὶ ἐν σώματι ὅλην οὖσαν. ἰδοὺ καὶ ἐν τῷ σώματί ἐστι καὶ ἔξωθεν τοῦ σώματός ἐστι καὶ ὅλη ἐν αὐτῷ ἐστι καὶ ὅλη ἔξωθεν αὐτοῦ ἐστι τῷ φρονήματι καὶ τοῖς λογισμοῖς. Μέγα γάρ τι σκεῦος καὶ δημιούργημα ἐποίησεν ὁ Θεὸς τὴν ψυχήν, τίμιόν τι καὶ ὡραῖον καὶ ὑπὲρ πάντα τὰ κτίσματα ὄν, τοιοῦτον τίμιον ἔργον ὡς «εἰς κατοικητήριον Θεοῦ» ἡτοιμασμένον καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ πεποιημένον. Εἰκόνα γὰρ πνευματικὴν καὶ νοερὰν κατὰ τὴν ἰδίαν λεπτότητα τὴν φυσικὴν ἔχει ἡ ψυχή, ὥσπερ τὸ σῶμα ἰδίαν ἔχει εἰκόνα. Ἀλλ᾿ ἡ ἀληθὴς εἰκὼν τοῦ Θεοῦ ἡ ψυχή ἐστιν, καὶ ἐκείνη ἡ εἰκὼν ἡ ζῶσα καὶ ἀθάνατος βαστάζει καὶ φέρει τὴν εἰκόνα ταύτην. Ἀόρατος δὲ καὶ ἀνεύρετος ἑαυτῇ τυγχάνει παρὰ τὴν αἰτίαν ταύτην· κάλυμμά τι σκότους κακίας ἐπίκειται αὐτῇ καλύπτον αὐτὴν τοῦ μὴ καταλαμβάνειν καὶ τοῖς νοεροῖς αὐτῆς ὀφθαλμοῖς τὴν ἰδίαν ἐνορᾶν ὑπόστασιν καὶ μὴ κατανοεῖν καὶ θεωρεῖν τὸν ἑαυτῆς ποιητήν, τοῦ μὴ ἀπολαύειν καὶ ζῆν καὶ ἀναψύχειν τῷ φωτὶ τῆς δόξης τῆς χρηστότητος αὐτοῦ, τοῦ μὴ ἐντρυφᾶν ἐν τῇ ἀγαθότητι καὶ ἀγάπῃ αὐτοῦ. … Αὕτη γὰρ ἔνδοθεν τοῦ καλύμματος οὖσα ἐκτείνει τὴν διάνοιαν αὐτῆς πρὸς αὐτὸν τῇ ζητήσει καὶ τῷ πόθῳ πάντα τὰ βλεπόμενα παριδοῦσα καὶ πρὸς τὴν ἀόρατον θείαν δύναμιν μετὰ πίστεως καὶ πόθου τῇ ζητήσει ἑαυτὴν ἐπείγουσα καὶ προσδοκῶσα τὴν ἐπίσκεψιν τῆς χάριτος. Καὶ αὐτὸς ἄνω ὢν ἐκτείνει τὴν διάνοιαν αὐτοῦ πρὸς αὐτὴν εὑρισκόμενος αὐτῇ καὶ φανερούμενος καὶ ἀναπαύων ἀναπαύσει πνευματικῇ καὶ ὁδηγῶν αὐτὴν εἰς πᾶν τὸ ἑαυτοῦ θέλημα.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά