Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἐκδαπάνηση τῆς ἁμαρτίας

 

ΩΣΠΕΡ ὁ κεραμεὺς ἐπὶ ἄνθρακος πυρὸς πυρῶν τὸ ἀγγεῖον ποιεῖ ἐκπορεύεσθαι τὸ ζῷον, οὕτω δὴ καὶ ὁ λόγος τῆς ἀληθείας τῷ πλάσματι αὐτοῦ φησι· «πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη». Πυρουμένης οὖν τῆς ψυχῆς σὺν τῷ σώματι ὑπὸ τοῦ λόγου ἐκδαπανᾶται ἡ ἁμαρτία· δεξαμένη γὰρ ἡ ψυχὴ τὸν λόγον ἐργάζεται ὑπὸ τοῦ λόγου. Ψυχὴ δὲ ἐν ἀκηδίᾳ οὖσα ὑπὸ ἀπιστίας φρουρεῖται καὶ ὑπερτίθεται ἡμέραν καὶ ἡμέραν καὶ οὐ δέχεται τὸν λόγον, μακρὰν γενομένη ἀπ' αὐτοῦ, ὥστε ὑπὸ τῆς ἀκηδίας οὐδὲ τῆς φωνῆς τοῦ Θεοῦ ἀκούει. Ἀναπτεροῖ δὲ ἑαυτὴν ἡ ψυχὴ δι' ὀνείρων καὶ ἐναναπαύεται ἐνυπνίοις, μὴ κατανοήσασα τὸν ἔνδον πόλεμον, ὡς ἐν ἐπάρσει ὕπνων γενομένη καὶ εἰς οἴησιν ἐλθοῦσα· ἡ δὲ οἴησις κάλυμμά ἐστι ψυχῆς καὶ οὐ δύναται γνῶναι ἑαυτήν. Ὤ φιλανθρωπίας τοῦ μεγάλου δεσπότου, «ὃς πάντας [ἀνθρώπους] θέλει σωθῆναι» πολυμερῶς νύσσει τὴν ψυχήν, ἵνα ἐξυπνισθῇ.

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης