Σελ 2
Εἰσέρχεται γάρ τις κλῖναι γόνυ, καὶ ἡ καρδία πληροῦται ἐκ τῆς θείας ἐνεργείας καὶ εὐφραίνεται ἡ ψυχὴ μετὰ τοῦ Κυρίου ὡς νύμφη μετὰ τοῦ νυμφίου κατὰ τὸν λόγον Ἠσαΐου τοῦ προφήτου λέγοντος· «ὃν τρόπον εὐφραίνεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται Κύριος ἐπί σοι». Καὶ συμβαίνει ὅτι ἀσχολεῖται ὁ τοιοῦτος πᾶσαν ἡμέραν καὶ ἐν μιᾷ ὥρᾳ δίδωσιν ἑαυτὸν εἰς εὐχὴν καὶ ἁρπάζεται ἐν τῇ προσευχῇ ὁ ἔσω ἄνθρωπος εἰς ἄπειρον βάθος ἐκείνου τοῦ αἰῶνος ἐν ἡδύτητι πολλῇ, ὥστε ξενίζεσθαι τὸν νοῦν ὅλον ὄντα μετέωρον καὶ ἡρπασμένον ἐκεῖ, ὥστε κατ' ἐκεῖνον τὸν καιρὸν λήθην γενέσθαι ἐν τοῖς λογισμοῖς τοῦ φρονήματος τοῦ ἐπιγείου, διὰ τὸ μεστωθῆναι τοὺς λογισμοὺς καὶ αἰχμαλωτισθῆναι εἰς τὰ θεῖα καὶ ἐπουράνια, εἰς τὰ ἀπέραντα καὶ ἀκατάληπτα πράγματα, εἰς θαυμάσιά τινα, ἃ ἀνθρωπίνῳ στόματι φρασθῆναι ἀδύνατον, ὥστε ἐν ἐκείνῃ τῇ ὥρᾳ εὔχεσθαι καὶ λέγειν ὅτι «εἴθε ἀπῆλθεν ἡ ψυχὴ σὺν τῇ εὐχῇ».
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά