ΩΣΠΕΡ ΤΟ ΓΕΝΝΩΜΕΝΟΝ παιδίον ἐκ τῆς μήτρας σῶα τὰ μέλη ἔχον ἐξέρχεται καὶ μὴ ἔχον σίνος εἰς τὸ σῶμα, οὕτω καὶ οἱ γεννηθέντες ἐκ τῆς χάριτος τοῦ πνεύματος καὶ εἰ ἐν σαρκὶ εἰς τὸν κόσμον τοῦτον φαίνονται, ἀλλὰ τῷ πνεύματι διόλου εἰς τὸν ἐκεῖ κόσμον εἰσὶ ἀναπεπαυμένοι, ὅθεν καὶ ἐγεννήθησαν, καὶ οὗτοι μόνοι δύνανται τέλειον λόγον δοῦναι τοῖς ἀδελφοῖς, ἔχοντες τὰ μέλη τοῦ πνεύματος τέλεια ἐν ἑαυτοῖς. Εἰ δέ τινες ἐκεῖθεν οὐκ ἐγεννήθησαν, οὐ δύναται παραδοῦναι λόγον πνευματικόν, ἐπειδὴ οὐκ ἔχουσι τὸ ζῶν πνεῦμα, ὅπερ ὑπαγορεύει αὐτοῖς τὰ ἐπουράνια. Καὶ ὥσπερ ἵνα {ἐὰν} ᾗ παιδίον ἐκ μήτρας γεννώμενον ἐπίμωμον ἢ χωλὸν ἢ τυφλὸν ἀπὸ γενετῆς, ὡς τέρας καὶ σημεῖόν ἐστι τῷ κόσμῳ, οὕτως εἰσὶν οἱ σοφοὶ οἱ θέλοντες ἑρμηνευταὶ εἶναι τῶν γραφῶν μὴ ἔχοντες τὸ οὐράνιον πνεῦμα· μηκέτι γὰρ κερασθέντες ἐν τῇ θεότητι ἐπίμωμοί εἰσι, μὴ ἔχοντες ὑγιῆ [τὰ] μέλη, ἀλλ' ἐπιλήψιμον λόγον καὶ σαθρὸν παραδιδόντες. Καὶ ὥσπερ ἵνα ᾗ νόμισμα, ὃ εἰς ἓν μέρος δοκεῖ ἔχειν χάραγμα καὶ εἰς τὸ ἄλλο μέρος βεβλαμμένον ἐστὶ καὶ ἄχρηστον, μὴ ἀπερχόμενον εἰς ἐμπορίαν, οὕτως εἰσὶ καὶ οἱ βεβλαμμένοι ὄντες ὑπὸ τῆς ἐμπυρίας ἤγουν ὑπὸ τῆς ἁμαρτίας· ὑπὸ γὰρ τοῦ νοὸς αὐτῶν ἤτοι σοφίας θέλουσι λαλεῖν τὰ οὐράνια, ὅθεν οὐκ ἐγεννήθησαν. Ἐπεὶ ὑπόστησόν μοι πρόσωπον ἕν, ὅτι ἔστι τις σοφός, παρθένος καὶ ἐν τοῖς φαινομένοις ἀνεπίληπτος, νηστεύων, ἀγρυπνῶν, ἀποταξάμενος, ξένος τοῦ κόσμου, εὐχόμενος. Λοιπὸν διαλέγομαι ἐγὼ πρὸς τοῦτον· παρθένος εἶ σύ; Μᾶλλον σοῦ ἐγώ. Πτωχὸς εἶ; Περισσότερον σοῦ ἐγώ. Νηστεύεις; μᾶλλον σοῦ ἐγώ. Λοιπὸν ἐν τούτοις ἐγὼ περισσότερός σου· λέγω οὖν ὅτι οὐκ ὀφείλει τις ἐναπομεῖναι ἐν τούτοις τοῖς φαινομένοις καὶ οὐκ ὀφείλει ἀμεριμνεῖν ὁ νοῦς καὶ ἐπαναπαύεσθαι ἐν τούτοις ὡς ὢν τέλειος, ἀλλὰ ζητεῖν χρὴ τὸν νοῦν δύναμίν τινα ἐπουράνιον, ἵνα κερασθῇ ἐν τῷ νῷ καὶ ἐκδέξασθαι κατὰ πᾶσαν ὥραν τὸ οὐράνιον δῶρον τοῦ τὴν φύσιν σου τοῖς φυσικοῖς καρποῖς μιγῆναι, ἵνα πάντα ἅπερ ποιῇς καθαρῶς ᾖς ποιῶν. Καὶ ὥσπερ ἵνα ᾖ βασιλεὺς ἔχων σῶα τὰ μέλη, ἐὰν μὴ ᾖ τὴν πορφύραν ἐνδεδυμένος, οὐ προσκυνεῖται ὡς βασιλεύς, οὕτω καὶ σύ, εἰκῇ τὰ φυσικὰ μέλη σῶα ἔχεις, ἐὰν μὴ ἐνδύσῃ πορφύραν πνεύματος οὐ στεφανοῦσθαι οὐδὲ εἰς θρόνον βασιλικὸν ἀναβῆναι δυνήσῃ· ἀλλὰ εἰκῆ ταῦτα περιφέρεις.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά