Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Ἡ ψυχὴ ὅπως ἀετός

 

ΩΣΠΕΡ δὲ ἀετὸς ἢ ἄλλο τι ὑψιπετὲς ἀπὸ τῆς γῆς μετὰ πολλῆς βίας ἵπταται, ἐπὰν δὲ εἰς ὕψος γένηται ἐν πολλῇ γαλήνῃ καὶ ἀναπαύσει καὶ ἀμεριμνίᾳ ἐστίν, οὕτω καὶ ἡ ψυχὴ λαβοῦσα τὰ πτερὰ τοῦ πνεύματος πρῶτον πολεμεῖ τοῖς ἐχθροῖς αὐτῆς καὶ βιάζεται βοηθουμένη ὑπὸ τῶν ἄνω πτερύγων. Ὅταν δὲ εἰς ὕψος ἢ μέγεθος καὶ πλοῦτον τῆς χάριτος γένηται, ἀμερίμνως καὶ ἀφόβως ἐν τῷ ἀέρι τῆς θεότητος ἀναπαύεται. Ἐπὰν δὲ πάλιν εἰς γῆν καταπέσῃ τὸ ὄρνεον, πιέζεται ὑπὸ πάντων εἴτε θηρίων εἴτε ἀνθρώπων· φύσις γὰρ πτερῶν ἐπὶ γῆς ἀεργὴς τυγχάνει, -οὕτω καὶ ἡ ψυχὴ ἡ τῷ πνεύματι τῷ ἁγίῳ ἐρρωμένη, ἐὰν εἰς τὸν ἄνω ἀέρα τοῦ πνεύματος διακινῇ, ἄφοβος καὶ ἀμέριμνός ἐστιν· ἐὰν δὲ εἰς τὰ γήϊνα καὶ εἰς περισπασμοὺς καὶ δεσμοὺς ἀσχοληθῇ, εὐχερῶς κατέχεται ὑπὸ τοῦ πνεύματος τοῦ σκότους καὶ ὑπὸ τῶν θηρίων, τῶν ἐναντίων δυνάμεων. Ἡ γὰρ φύσις τοῦ πνεύματος τοῦ ἁγίου οὐχ ἥδεται μεταδιώκειν γήϊνα καὶ ὑλικὰ πράγματα.

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης