KΑΙ Η ΕΚΚΛΗΣΙΑ ἐν δυσὶ προσώποις νοεῖται, ἐν τῷ συστήματι τῶν πιστῶν καὶ ἐν τῷ συγκρίματι τῆς ψυχῆς. Ὅταν οὖν πνευματικῶς εἰς τὸν ἄνθρωπον λαμβάνηται, ἐκκλησία μέν ἐστιν ὅλον τὸ σύγκριμα αὐτοῦ· πέντε δὲ λόγοι εἰσὶ περιεκτικαὶ ἀρεταί, ὅλον τὸν ἄνθρωπον οἰκοδομοῦσαι, πολυτρόπως διαιρούμεναι. Ὥσπερ γὰρ ὁ λαλῶν ἐν Κυρίῳ διὰ πέντε λόγων πᾶσαν σοφίαν περιέλαβεν, οὕτως ὁ ἀκολουθῶν τῷ Κυρίῳ διὰ πέντε ἀρετῶν οἰκοδομεῖ τὴν εὐσέβειαν. Πέντε γὰρ οὖσαι πάσας περιέχουσι· πρώτη εὐχή, λοιπὸν ἐγκράτεια, ἐλεημοσύνη, πτωχεία, μακροθυμία. Ταῦτα πόθῳ καὶ προαιρέσει ἐπιτελούμενα λόγοι εἰσὶ τῆς ψυχῆς ὑπὸ Κυρίου λαλούμενοι καὶ ὑπὸ καρδίας ἀκουόμενοι. Ὁ γὰρ Κύριος ἐνεργεῖ καὶ τὸ πνεῦμα τότε νοερῶς λαλεῖ, καὶ ἡ καρδία ὅσον ἐπιποθεῖ τοσοῦτον καὶ φανερῶς ἐπιτελεῖ. Αἱ δὲ ἀρεταί, ὥσπερ εἰσὶ περιεκτικαὶ πασῶν, οὕτω καὶ ἀλλήλων γεννητικαί. Τῆς πρώτης γὰρ ἀπολειπομένης ἀναιροῦνται πᾶσαι, ὁμοίως δὲ καὶ τῆς δευτέρας αἱ ἀκόλουθοι καὶ ὡσαύτως καθεξῆς. Πῶς γὰρ εὔξεταί τις μὴ ὑπὸ τοῦ πνεύματος ἐνεργηθείς; Καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα· «οὐδεὶς δύναται εἰπεῖν Κύριον Ἰησοῦν εἰ μὴ ἐν πνεύματι ἁγίῳ». Πῶς δὲ ὑπομείνῃ ὁ χωρὶς εὐχῆς ἐγκρατευόμενος ἀβοηθήτως; Ὁ δὲ ἐν παντὶ μὴ ἐγκρατευόμενος πῶς ἐλεήσει τὸν πεινῶντα ἢ τὸν ἀδικούμενον; Ὁ δὲ οὐκ ἐλεῶν οὐδὲ πτωχεύειν ἑκουσίως καταδέχεται. Πάλιν δὲ τῆς τῶν χρημάτων ἐπιθυμίας ὁ θυμὸς σύντροφος, κἂν ἔχῃ χρήματα κἂν μὴ ἔχῃ. Ἡ δὲ ἐνάρετος ψυχὴ οὕτω προσοικοδομεῖται τῇ ἐκκλησίᾳ, οὐχ ὅτι ἐποίησεν, ἀλλ' ὅτι ἐπόθησεν· οὐ γὰρ τὸ ἴδιον ἔργον σῴζει τὸν ἄνθρωπον, ἀλλ' ὁ χαρισάμενος τῷ ἀνθρώπῳ τὴν δύναμιν. Εἰ οὖν ὑπομένει τις τὰ στίγματα τοῦ δεσπότου, μὴ οἰηθῇ ἔν τινι, κἂν τὸ τυχὸν οἴκοθεν πεποιηκέναι, [καὶ ἐπιτηδεύειν πρὸς τὰς εὐεργεσίας]. Μὴ οὖν δόξῃς ποτὲ ἐν ἀρετῇ προειληφέναι τὸν Κύριον κατὰ τὸν λέγοντα, ὅτι αὐτός ἐστιν «[ὁ ἐνεργῶν] ἐν ἡμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας».
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά