O ΚΥΡΙΟΣ εἰπὼν «γενηθήτω σοι ὡς ἐπίστευσας», οὐχ ὅτε εἶπε τότε μόνον παρέσχεν, ἀλλὰ ἀπὸ κτίσεως κόσμου καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος ἕκαστον κατὰ τὴν πίστιν εὐεργετεῖ καὶ κατὰ τὴν εὐεργεσίαν δοκιμάζει. Μεγάλως εὐεργετεῖ τοὺς μεγάλως πιστεύοντας, μικρῶς δὲ τοὺς μικρῶς καὶ ἡ δοκιμασία ὁμοίως κατὰ τὴν ἀναλογίαν. Οὐδένα πειράζει, ἀλλὰ προκόπτειν παρασκευάζει καὶ κατὰ τὸ μέτρον τῆς εὐεργεσίας παραχωρεῖ. Εὐεργεσίαν δὲ λέγομεν Θεοῦ γνῶσιν πνευματικὴν τὴν μετὰ χάριτος ἡνωμένην, καὶ περὶ δοκιμασίας δὲ μερικῶς ἐροῦμεν· τὸν Νῶε διὰ μὲν τῶν ἀποκαλύψεων εὐεργέτησεν, ἐδοκίμασε δὲ διὰ τῆς παρατάσεως τοῦ χρόνου ἐν τῇ κατασκευῇ τῆς κιβωτοῦ. Τὸν Ἀβραὰμ διὰ τῆς σφαγῆς τοῦ υἱοῦ αὐτοῦ, τὸν Λὼτ διὰ τῆς παροικίας τῶν Σοδομιτῶν, τὸν Ἰωσὴφ διὰ τῆς Αἰγυπτίας, τὸν λαὸν διὰ τῆς ἐρήμου, τὸν Μωϋσῆν διὰ τῆς ἀντιλογίας, τὸν Δαβὶδ διὰ τοῦ Σαοὺλ τοῖς δέουσι χρόνοις, τοῖς προσήκουσι πράγμασι. Πρὸς δὲ τὰς εὐεργεσίας αὐτὸς συμμεταβαλλόμενος ἦν.
Οὕτω πρὸς τὰ νῦν, οὕτω πρὸς τὰ ἀπ' ἀρχῆς κατὰ τὴν ἀναλογίαν τῆς πίστεως ἡ μετοχὴ τῆς χάριτος καὶ κατὰ τὴν μετοχὴν ἡ δοκιμασία. «γενηθήτω» γάρ «σοι ὡς ἐπίστευσας» τῷ λόγῳ τοῦ Θεοῦ. Περί τινος; Περὶ τῆς δυνάμεως αὐτοῦ ὅτι αὐτός ἐστιν ἡ ἄναρχος βουλὴ τοῦ πατρός, ἡ παντοδύναμος σοφία, Θεὸς ἐκ Θεοῦ, ἄχραντος, ἀναλλοίωτος, ἀκατάληπτος, ἐν δικαιοσύνῃ ἀπαράλλακτος, ἐν γνώσει ἀλάθητος, ἐν δυνάμει ἀνίκητος, ἐν παντὶ ἀνεφεύρετος καιρῷ καὶ γνώσει καὶ πράγματι πάντα τῇ εὐσεβείᾳ δουλώσας καὶ δι' αὐτῆς πάλιν τῷ ἀνθρώπῳ ὑποτάξας, ἵνα καὶ ἡμεῖς πολυπλασίως διὰ πάντων ὑποταγῶμεν. Χαρισάμενος γὰρ ἡμῖν γνῶσιν εὐσεβείας, ᾗ τὰ πάντα ὑποτέτακται, προσέθηκε σύνεσιν, δι' ἧς γινώσκομεν ὅτι χρὴ πᾶσαν ἡμῶν ἐργασίαν κατὰ σκοπὸν τῆς εὐσεβείας ἐπιτελεῖν.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά