Ο ΜΗ ΘΕΛΩΝ ἑαυτὸν κατὰ συνείδησιν ἐλέγχειν, μηδὲ παρ' ἑτέρου ἀκούειν, πῶς παρακληθήσεται; Τὰ τῆς δικαιοσύνης φάρμακα εὐχαρίστως μὴ καταδεχόμενος [οἰη]ματικοὺς ἐπίσταται λογισμοὺς ὁ τοιοῦτος, δόξας καὶ ἐπαίνους ἀνθρώπων θηρεύων λοιπόν. Ἕκαστος δὲ διὰ τῆς ἑαυτοῦ καρδίας εἰδέναι δύναται ποίας ἐστὶν ἄξιος ἑτοιμασίας. ἰδέτω τοίνυν ἕκαστος ἑαυτόν, ποίῳ πνεύματι μᾶλλον περιέχεται· δεῖ γὰρ τὰ δύο ἐνεργεῖν πρὸ τῆς ἀπαλλαγῆς.
Μὴ οὖν χαιρέτω [ὁ] ἄνθρωπος, ὅτι μεμύηται τοῦ ἀγαθοῦ, ἀλλ' εἰ ὑπερέβαλε τὴν κακίαν, εἰ ἐπάνω γέγονε τοῦ ἀντιπάλου, εἰ ὑπερέχει τῷ μέτρῳ διὰ τῆς θλίψεως, εἰ προφθάνει τῇ νοερᾷ αἰσθήσει διὰ τῆς πραότητος, εἰ καθημέραν προκόπτει, εἰ οὐκέτι τῆς ὑπομονῆς ἐκβάλλεται καὶ οὕτω ζητεῖν ὀφείλει τὸν προειρημένον φόβον τοῦ Θεοῦ πρὸς φωτισμὸν τῆς γνώσεως. Μήποτε ἡ κακία ἔκρυψε τὰ κακὰ τῆς ψυχῆς βουλομένη μονομερῶς δεῖξαι τὰ καλά, ἵνα μόνον τὴν οἴησιν ἐπενέγκῃ καὶ βεβαιώσασα τὸν νοῦν δι' αὐτῆς πάντα συλήσῃ· ἀναιρετικὴ γὰρ πάντων τῶν καλῶν ἡ οἴησις τυγχάνει. Διὰ τοῦτο ὀφείλει ἕκαστος ἡμῶν τὸ μὲν ἀγαθὸν ποιεῖν, περὶ δὲ τῶν κακῶν καθημέραν ἑαυτὸν κατὰ συνείδησιν ἐλέγχειν ἢ καὶ τοὺς ἐλέγχους ἀγαπᾶν, μὴ καταλέγων ἑαυτοῦ ψευδῶς προφάσει ταπεινοφροσύνης, ἐπεὶ καὶ ἐντεῦθεν λαβὰς εὑρίσκει ὁ ἐχθρός. Μάθετε γὰρ αὐτοῦ τὴν κακοτεχνίαν· τὰ ὄντα φαῦλα κρύπτει ὡς μηδὲν ὄντα· καὶ τὰ μὴ ὄντα ἑαυτοῦ καταλέγειν παρασκευάζει, ἵνα ὕστερον εἴπῃ, «μακάριος εἰ, ὅτι οὐκ εἶ τοιοῦτος», καὶ οὕτως εἰς τὴν ταπεινοφροσύνην τὴν ὑψηλοφροσύνην ἐγκρύψας θανατοῖ τὸν μὴ τηροῦντα τὴν ἀλήθειαν. Ἀρξώμεθα τοιγαροῦν τῆς ἀληθείας, ἐρασθῶμεν τῶν ὑπὲρ αὐτῆς θλίψεων ὁδηγουσῶν εἰς τὴν καθαρότητα τῆς ψυχῆς, μὴ καταδεξώμεθα ψευδῆ λογισμόν. Λάβωμεν πεῖραν μελλόντων ἀγαθῶν, κτησώμεθα πίστιν βεβαίαν. Ἡ γὰρ βεβαία πίστις διὰ τῆς πείρας ἐγγίνεται, ἡ δὲ πεῖρα διὰ καθαρισμοῦ καρδίας, ὁ δὲ καθαρισμὸς διὰ μακροθυμίας, ἡ δὲ μακροθυμία διὰ νηστείας καὶ προσευχῆς.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά