ΟΥΑΙ, εἴ τινι οὐκ ἔλαμψε τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» εἰς τὴν καρδίαν. Οὐαί, εἴ τινος οὐκ ἤρθη τὸ κάλυμμα. Ὁ τοιοῦτος ἐν τῷ σκότει ἐστὶ τῆς ἁμαρτίας. Τὸν δὲ ἐν τῷ σκότει ὄντα ἀνάγκη ὅτι τὸ σκότος διαδέχεται.
Ὁ δὲ γεννώμενος ἐν τῷ φωτὶ τῷ ἀληθινῷ καὶ ἀνεκλαλήτῳ «μεταβέβηκεν ἀπὸ θανάτου» αἰωνίου «εἰς ζωὴν» αἰώνιον. Πάλιν δὲ ὁμοίως τὸ φῶς τὸ ὂν ἐν τῷ καταξιωθέντι ἀπὸ τοῦ νῦν διαδέχεται ἀνακαινούμενον ἡμέραν ἐξ ἡμέρας καὶ σὺν αὐτῷ ἀναλύει πρὸς τὸν ἐπουράνιον πατέρα. Ὅπου γὰρ τὸ φῶς τοῦτο ἐλλάμψει καὶ ἐνεργήσει, τὸ σκότος τῆς ἁμαρτίας φεύγει ἀπὸ τῆς καρδίας καὶ γὰρ ἀπὸ φωτὸς ἡλίου τὸ σκότος φεύγει. Καὶ ὁ ὁρῶν τοῦτο «τὸ φῶς τὸ ἀληθινὸν» καὶ ἔχων αὐτὸ ἐν ἑαυτῷ, ἀνάγκη ὅτι ὁρᾷ τὸ σκότος ἀφαντούμενον, κεκτημένος τοὺς καρποὺς τοῦ πνεύματος· τοῦτο γὰρ τὸ φῶς «ἀγάπη» ἐστὶν ἀνεκλάλητος, «μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις» καὶ τὰ λοιπὰ τῆς ἀρετῆς ἐνεργήματα. Ταῦτα πάντα «τὸ φῶς» τοῦτό ἐστι «τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός, ὥς φησιν Ἰωάννης ὁ ἀπόστολος· «ἡ δὲ ἀγάπη ἐστὶν ὁ θεός». Ὥσπερ γὰρ τὸ πῦρ φύσιν ἔχει τοῦ εἶναι θερμὸν καὶ τὸ ὕδωρ τοῦ εἶναι ὑγρόν, οὕτω καὶ «τὸ φῶς τὸ ἀληθινόν», ὅπερ ἐστὶν ὁ θεός, φύσιν ἔχει τοῦ εἶναι ἀγάπην, χαράν, εἰρήνην, ἀγαθωσύνην ἄπειρον καὶ ἀμέτρητον, καθὼς γέγραπται· «κατὰ τὴν μεγαλωσύνην αὐτοῦ καὶ τὸ ἔλεος αὐτοῦ». Εἰς ἣν δ' ἂν ψυχὴν ἐλλάμψῃ τοῦτο τὸ φῶς τὸ ἄρρητον, ἀδιάλειπτον ἐκεῖ ἐστι.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά