ΠΑΣΑ ἡ φαινομένη τῆς ἐκκλησίας τοῦ Θεοῦ οἰκονομία γέγονε διὰ τὴν ζῶσαν καὶ νοερὰν οὐσίαν τῆς ψυχῆς τῆς λογικῆς τῆς κατ' εἰκόνα Θεοῦ ποιηθείσης, ἥτις ἐστὶν ἡ ζῶσα καὶ ἀληθινὴ Θεοῦ ἐκκλησία. Καὶ διὰ τοῦτο τοῖς ὁμοίοις ὀνόμασιν ἐτιμήθη τὰ ἄλογα καὶ ἄψυχα καὶ σωματικὰ τῶν λογικῶν καὶ ζώντων καὶ ἐπουρανίων, ἵνα διὰ τῆς σκιᾶς ὁδεύσασα ἡ νηπία ψυχὴ ἐπὶ τὴν ἀλήθειαν καταντήσῃ. Ἐκκλησία γὰρ Χριστοῦ καὶ ναὸς Θεοῦ καὶ θυσιαστήριον ἀληθινὸν καὶ θυσία ζῶσα ὁ τοῦ Θεοῦ ἄνθρωπος τυγχάνει, δι' οὗ καὶ τὰ σωματικὰ ἁγιαζόμενα τὴν ἐπίκλησιν τῶν οὐρανίων ἔλαχεν. Ὥσπερ γὰρ ἡ τοῦ νόμου λατρεία καὶ διαγωγὴ σκιὰ ἦν τῆς νῦν ἐκκλησίας τοῦ Χριστοῦ, οὕτως ἡ νῦν ὁρωμένη ἐκκλησία σκιά ἐστι τοῦ ἔνδον ἀνθρώπου τοῦ λογικοῦ καὶ ἀληθινοῦ. ἰδοὺ γὰρ πᾶσα ἡ φαινομένη οἰκονομία καὶ διακονία τῶν μυστηρίων τῆς ἐκκλησίας παρέρχεται ἐν τῇ συντελείᾳ καὶ μένει ἡ λογικὴ καὶ νοερὰ οὐσία τοῦ ἔσω ἀνθρώπου, εἰς ἣν πᾶσα ἡ οἰκονομία καὶ ἡ διακονία [τῶν] μυστηρίων τῶν ἐπουρανίων τῆς τοῦ Θεοῦ ἐκκλησίας ἐν δυνάμει Πνεύματος ἁγίου ἐπιτελεσθῆναι ὀφείλει, ἵνα ἀληθῶς ναὸς ἅγιος Θεοῦ καὶ ἐκκλησία Χριστοῦ διὰ τῆς ζώσης τοῦ πνεύματος ἐνεργείας καταρτισθεῖσα ζωῆς αἰωνίου κληρονόμος γένηται. Διὰ ταύτην τὴν αἰτίαν πολλοὶ τῶν νηπιαζόντων τῇ γνώσει τῆς ἀληθείας ἀντίκεινται ἡμῖν, ὡς ἐξαλλάσσουσιν ἀλλοτρίως τῶν οἰκείων γραφῶν [διὰ τὴν τῶν ὀνομάτων ὁμοιότητα καὶ δικαιώματα καὶ λατρείας] οἵτινες εἰς τὴν πρόσκαιρον οἰκονομίαν ἐμπληροφορούμενοι καὶ δικαιώμασι σαρκὸς μόνον πεποιθότες τῆς κατὰ τὸν λογικὸν ἔσω ἄνθρωπον ἐρεύνης καὶ ἀνακαινισμοῦ ψυχῆς ἀμελήσαντες καὶ καινῆς κτίσεως νοὸς ἐπίγνωσιν μὴ λαβόντες δι' ἄγνοιαν ἡμᾶς διαβάλλουσιν. Ἡ γὰρ φιλαλήθης ψυχὴ τὴν ῥίζαν αὐτὴν τῶν πραγμάτων ἐρευνᾷ, οὐκ ἐπιπολαίως τὸν Χριστιανισμὸν εἶναι νομίζουσα οὐδὲ τύποις ἐξωτέροις δικαιωμάτων καὶ λατρειῶν ἐναπομένουσα, ἀλλ' ἐν δυνάμει Πνεύματος ἁγίου κατὰ τὸν ἔσω ἄνθρωπον τὴν πληροφορίαν λαβεῖν πιστῶς ἐκδέχεται· ὅπερ ἐστὶν ὁ ἀληθινὸς Χριστιαν[ισμ]ός. … Ἐνέργεια γὰρ ζῶσα Πνεύματος ἁγίου ἐν ζώσαις καρδίαις παρὰ Θεοῦ ζητεῖται, ὅτι πάντα τὰ φαινόμενα καὶ πᾶσα οἰκονομία παρέρχεται, ζῶσαι δὲ καρδίαι ἐν πνεύματι διαμένουσι.
Μακάριος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά