Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Μακάριος ὁ Μέγας

Τίποτα δὲν ἀνήκει στὸν ἄνθρωπο

 

ΕΙ ΒΟΥΛΕΤΑΙ ὁ Θεὸς κριθῆναι καὶ λόγον ποιῆσαι οὐδὲν εὑρίσκεται ἴδιον τοῦ ἀνθρώπου. Τὰ γὰρ χρήματα καὶ πάντα τὰ ἐν τῷ κόσμῳ ἀγαθά, δι' ὧν εὐποιεῖ ἕκαστος τοῦ Θεοῦ εἰσι. Τίς ἐποίησε τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτῇ; Τίς ἔκτισε τὸ σῶμα τοῦ ἀνθρώπου καὶ τὴν ψυχὴν τίς ἐποίησε; Καὶ εἰ βούλεται, φύει ἡ γῆ καὶ εἰ οὐ βούλεται, οὐ φύει. Καὶ εἰ βούλεται, ὑγιαίνεις, καὶ εἰ οὐ βούλεται, οὐχ ὑγιαίνεις. Τί τοίνυν ἔχει ἴδιον ὁ ἄνθρωπος, ἵνα ἐπ' αὐτῷ δικαιωθῇ ἢ ἐπαρθῇ ἢ οἰηθῇ εἶναί τι; Ἰδοὺ γὰρ πάντα ἐν τῇ τοῦ Θεοῦ ἐξουσίᾳ ἐστί, καὶ πάντα λαβὼν ἔχει ὁ ἄνθρωπος καὶ πάντα χάριτι κέκτηται. Αὐτὸ τὸ εἶναι αὐτὸν χάριτι ἔχει, ἀλλὰ ταύτην χάριν λαμβάνει ὁ Θεὸς μεγίστην παρὰ τοῦ ἀνθρώπου καὶ ἐν τούτῳ μεγάλως ἀναπαύεται, ἐν τῷ τὴν ψυχὴν ἐπιγνοῦσαν ἐν ἀληθινῇ συνέσει φρονήσεως καὶ ἀκριβεῖ γνώσει πίστεως καὶ καταμαθοῦσαν τὰ ὄντα ὡς ἔστι, πάντα ὅσα ποιεῖ καλὰ καὶ πάντα ὅσα κάμνει διὰ Θεὸν καὶ πάντα ὅσα συνίησι καὶ γινώσκει αὐτῷ ἀνατίθεσθαι, καὶ αὐτῷ προσάπτειν καὶ ἑαυτὴν μηδὲν ὅλως ὑπολαμβάνειν ἀγαθὸν πεποιηκέναι ποτέ, ἀλλ' ἑαυτὴν καὶ τὰ ἑαυτῆς πάντα αὐτῷ προσγράφειν. Καὶ ὅταν ἴδῃ ὁ Θεὸς τὴν οὕτω συνέσεως πλήρη ψυχὴν αὐτῷ πάντα ἀνατεθεικυῖαν καὶ χάριτι αὐτοῦ πάντα ἔχειν γνωρίσασαν, τότε δίδωσιν αὐτῇ ἐξ ἀληθείας πάντα τὰ αὐτῆς, ὅσαπερ ἐξ ἀρχῆς ἔδωκε. Καὶ οὐ μόνον ταῦτα ἀλλὰ πρὸς τούτοις καὶ ἑαυτὸν καὶ τὰ αὐτοῦ πάντα αὐτῇ χαρίζεται καὶ λέγει αὐτῇ· ἰδοὺ καὶ ἡ γῆ σὴ καὶ τὰ ἐν τῇ γῇ σά, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον σόν, καὶ τὸ σῶμά μου σόν, ἡ ψυχὴ καὶ ἡ γνῶσις καὶ ἡ σύνεσίς μου σή-καὶ ὅλως ἐγὼ καὶ τὰ ἐμὰ σά ἐστιν. Εἰ δὲ καὶ οὐκ ἔχεις ἐν τῇ φύσει σου, δίδωμί σοι ἐμαυτὸν καὶ τὰ ἐμὰ πάντα. Ἐπὰν γὰρ ὁ Θεὸς αὐτῆς ἐστι, δῆλον ὅτι καὶ τὰ αὐτοῦ πάντα καὶ οἱ θησαυροὶ τῆς σοφίας οἱ ἀπόκρυφοι αὐτῆς εἰσι, ὥς φησιν ὁ ἀπόστολος· «πάντα ὑμῶν ἐστιν, εἴτε κόσμος, εἴτε ζωὴ εἴτε θάνατος, εἴτε ἄγγελοι εἴτε ἀρχαί, εἴτε ἐνεστῶτα εἴτε μέλλοντα».

Μακάριος : σελίδα περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης