ΚΑΙ ΕΓΕΝΕΤΟ μεθ΄ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ΄ ἰδίαν καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος͵ τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς (Ματθ. 17.1-2).
Τὸ μεθ΄ ἡμέρας ἓξ σημαίνει ὅτι ἐπειδὴ ἐν ἓξ ἡμέραις ὁ θεὸς τὴν φαινομένην κτίσιν εἰς τὸ εἶναι παρήγαγεν͵ οἵτινες τῇ περιουσίᾳ τῶν ἀρετῶν καὶ τῆς γνώσεως τὰ φαινόμενα πάντα διέβησαν͵ οὗτοι τῷ Λόγῳ συναναβαίνουσιν ἐν τῷ τῆς θεολογίας ὄρει. Ἀλλ΄ ἐπειδὴ ὁ Λουκᾶς ὀκτὼ ἡμερῶν ἐμνημόνευσεν καὶ δοκεῖ ἐναντιότητα τῶν εὐαγγελιστῶν δεικνύειν͵ τὸ ἄπορον ἐν τούτοις οἶμαι τὴν ἐπίλυσιν δέχεσθαι καὶ συντρέχειν τὴν ἱστορίαν ἁρμοδίως τῇ θεωρίᾳ· ὥσπερ γὰρ κατὰ τὴν ἱστορίαν ὁ τὰς ἓξ ἡμέρας εἰπὼν τὰς ἐν τῷ μέσῳ εἶπεν͵ ὁ δὲ τὰς ὀκτὼ εἰπὼν καὶ τὴν ἀρχὴν ἐν ᾗ εἶπεν ὁ Κύριος καὶ τὸ τέλος ἐν ᾗ ἡ μεταμόρφωσις γέγονεν ἐσήμανεν͵ οὕτως καὶ κατὰ τὴν θεωρίαν· ἐπειδὴ γὰρ ὁ ἄνθρωπος διὰ τῆς παραβάσεως εἰς τὸ παρὰ φύσιν ἐξωλίσθησεν͵ δεῖ τὸν θέλοντα συναναβῆναι τῷ Λόγῳ εἰς τὸ τῆς θεολογίας ὄρος πρῶτον μὲν καθάπερ μίαν ἡμέραν περᾶσαι τὰ παρὰ φύσιν καὶ καθάπερ ἓξ ἡμέρας περᾶσαι τὴν φύσιν καὶ γενέσθαι ἐν τῇ ὑπὲρ φύσιν͵ ἥτις ἐστὶν ὀγδόη· ὑπερθετικὴ γὰρ τοῦ χρόνου αὕτη καὶ τὴν μέλλουσαν χαρακτηρίζει κατάστασιν. Διατί δὲ παραλαμβάνει Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μόνους κατ΄ ἰδίαν; Ὡς ἀεὶ τοῦ Λόγου τὴν ὀχλώδη καὶ ταραχῆς ἀνάμεστον ἐκνεύοντος κατάστασιν͵ καὶ ἐπειδὴ ὁ Πέτρος κατὰ τὸ πρῶτον τοῦ Σίμωνος ὄνομα ὑπακοὴ ἑρμηνεύεται͵ κατὰ δὲ τὸ Πέτρος δηλοῖ τὴν ἀτρεψίαν͵ σημαίνεται δὲ διὰ τούτων ἡ κατὰ τῶν τῆς ὑπακοῆς τῶν ἐντολῶν ἄτρεπτος καὶ ἀμετακίνητος εἰς θεὸν πίστις͵ ὁ δὲ Ἰάκωβος ἑρμηνεύεται πτερνιστής͵ δηλοῦται δὲ διὰ τούτου ἡ ἐλπίς - εἰ μὴ γάρ τις ἐλπίσῃ τῶν παρερχομένων τούτων καὶ φθαρτῶν ἀντιλαμβάνειν τὰ ἀπαρόδευτα καὶ ἄφθαρτα͵ οὐκ ἂν τὸν τὴν ἀπάτην ἀεὶ ἐν τοῖς αἰσθητοῖς ἔχοντα διάβολον πτερνίσαι δύναται -͵ ὁ δὲ Ιωάννης ἑρμηνεύεται περιστερά͵ δηλοῦται δὲ διὰ τούτου ἡ ἀγάπη͵ ἐπειδὴ ἡ πραότης οὐδὲν ἕτερόν ἐστιν ἢ θυμοῦ καὶ ἐπιθυμίας εἰς τὰ παρὰ φύσιν ἀκινησία͵ ὁ δὲ μήτε δι΄ ἐπιθυμιῶν μήτε δι΄ ἀποτυχίαν ὧν ἐπιθυμεῖ εἰς θυμὸν ἐρχόμενος προδήλως πάντας ἀγαπᾷ͵ τοῖς οὖν κτησαμένοις πίστιν͵ ἐλπίδα τε καὶ ἀγάπην συναναβαίνει ὁ Λόγος εἰς τὸ τῆς θεολογίας ὄρος καὶ μεταμορφοῦται ἔμπροσθεν αὐτῶν͵ οὐκέτι τῷ Θεὸς λέγεσθαι καὶ ἅγιος καὶ βασιλεὺς καὶ τὰ τοιαῦτα καταφασκόμενος͵ ἀλλὰ κατὰ τὸ ὑπέρθεος καὶ ὑπεράγιος καὶ πάντα τὰ καθ΄ ὑπεροχὴν λεγόμενα ἀποφασκόμενος. Πρόσωπον δὲ τοῦ Λόγου ἐστίν͵ ὅπερ ἔλαμψεν ὥσπερ ἥλιος͵ ἡ χαρακτηριστικὴ τῆς οὐσίας αὐτοῦ κρυφιότης͵ ᾗπερ ἐνατενίσαι τῇ τῶν λογισμῶν ἑρμηνείᾳ ἀδύνατον͵ ὥσπερ οὐδὲ τῇ λαμπρότητι τοῦ ἡλίου͵ κἂν εἰ πάνυ τις τὴν ὀπτικὴν δύναμίν ἐστιν κεκαθαρμένος. Ἀλλ΄ ἐπειδὴ ἱμάτιον ἐμνήσθη ἡ γραφή͵ χρὴ κατὰ τὸν εἱρμὸν τῆς ἀκολουθίας καὶ τοῦ σώματος μνείαν ποιήσασθαι. Σῶμα οὖν τοῦ Λόγου ἐστὶν ἡ τῶν ἀρετῶν οὐσία͵ οἷον͵ ἡ ἀγαθότης͵ ἡ πραότης καὶ τὰ τοιαῦτα· ἱμάτια δὲ τοῦ Λόγου εἰσὶν τὰ τῆς γραφῆς ῥήματα καὶ ἡ προβεβλημένη καὶ ἐκ Θεοῦ τὸ εἶναι λαβοῦσα κοσμουργία͵ ἅπερ λευκὰ βλέπουσιν οἱ τὸ μὲν γράμμα τῆς θείας γραφῆς ἀποξέοντες τῆς ἐπικειμένης παχύτητος καὶ τῇ τοῦ Πνεύματος θεωρίᾳ τὸ λαμπρὸν τῶν νοημάτων ἐποπτεύοντες κάλλος καὶ οἱ τὴν αἰσθητὴν κτίσιν τῇ περιαιρέσει τῆς κατ΄ αἴσθησιν ἀπάτης λαμπρῶς ἐποπτεύοντες καὶ ἐκ μεγέθους καλλονῆς τὸν ταύτης δημιουργὸν ἀναλόγως συλλογιζόμενοι.
Ἅγιος Mάξιμος : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά