ΜΗ εἴπῃ τις· «Ἐγώ ἀπό τοῦ ἁγίου βαπτίσματος τόν Χριστόν λαβών ἔχω», ἀλλά μανθανέτω ὅτι οὐχί πάντες οἱ βαπτιζόμενοι λαμβάνουσι διά τοῦ βαπτίσματος τόν Χριστόν, μόνοι δέ οἱ βεβαιόπιστοι καί ἐν γνώσει τελείᾳ ἤ καί προκαθάρσει ἑαυτούς εὐτρεπίσαντες καί οὕτως ἐλθόντες ἐπί τό βάπτισμα. Καί τοῦτο εἴσεται ὁ ἐρευνῶν τάς Γραφάς ἀπό τῶν ἀποστολικῶν λόγων καί πράξεων· γέγραπται γάρ· «Ἀκούσαντες δέ οἱ ἐν Ἱερουσαλίμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τόν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρός αὐτούς τόν Πέτρον καί Ἰωάννην, οἵτινες καταβάντες προσηύξαντο περί αὐτῶν ὅπως λάβωσι Πνεῦμα Ἅγιον· οὔπω γάρ ἦν ἐπ᾿ οὐδενί αὐτῶν ἐπιπεπτωκός, μόνον δέ βεβαπτισμένοι ὑπῆρχον εἰς τό ὄνομα τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Τότε ἐπετίθουν τάς χεῖρας ἐπ' αὐτούς καί ἐλάμβανον Πνεῦμα Ἅγιον». Εἶδες πῶς οὐ πάντες οἱ βαπτιζόμενοι εὐθύς τό Ἅγιον Πνεῦμα λαμβάνουσιν; Ἔμαθες παρά τῶν ἀποστόλων ὅτι, καί πιστεύσαντές τινες καί βαπτισθέντες, τόν Χριστόν διά τοῦ βαπτίσματος οὐκ ἐνεδύσαντο; Εἰ γάρ τοῦτο ἐγένετο, οὐκ ἄν μετά ταῦτα εὐχῆς καί τῆς τῶν χειρῶν τῶν ἀποστόλων ἐδεήθησαν ἐπιθέσεως· λαμβάνοντες γάρ Πνεῦμα Ἅγιον, τόν Κύριον Ἰησοῦν ἐλάμβανον. Οὐ γάρ ἄλλο ὁ Χριστός καί ἄλλο τό Πνεῦμα· καί τίς τοῦτο φησίν; Αὐτός ὁ Θεός Λόγος τῇ Σαμαρείτιδι προσειπών· «Πνεῦμα ὁ Θεός». Εἰ οὖν ὁ Χριστός Θεός, Πνεῦμα κατά τήν τῆς θεότητος φύσιν ἐστίν καί ὁ ἔχων αὐτόν, Πνεῦμα Ἅγιον ἔχει· ὁ δέ τό Πνεῦμα ἔχων, αὐτόν πάλιν ἔχει τόν Κύριον, καθώς καί ὁ Παῦλός φησι· «Τό δέ Πνεῦμα ὁ Κύριος ἐστι». ...
*
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά