Σελ 5
Ὅτε τοίνυν χρονίσει πενθῶν καί κλαίων καί προσπίπτων καί ταπεινούμενος, ἄρχεται ἐκ τοῦ κατ᾿ ὀλίγον γινώσκειν τά τοῦ Θεοῦ· καί εἰς τοῦτο πεφθακώς, τότε μανθάνει “τό θέλημα αὐτοῦ τό ἅγιον καί εὐάρεστον καί τέλειον”. Εἰ γάρ μή ἴδῃ, ἵνα πάλιν εἴπω, αὐτόν, οὐδέ δύναται γινώσκειν αὐτόν· καί εἰ μή γνῷ αὐτόν, πῶς ἰσχύσει γνῶναι τό αὐτοῦ ἅγιον θέλημα; Εἰ γάρ ἐπί ἀνθρώπων τοῦτο ἀδύνατον, πολλῷ μᾶλλον ἐπί Θεοῦ. Διό καί προκόπτων καί ἐπί πλεῖον προσοικειούμενος τῷ Θεῷ, ἐκ τῶν εἰς αὐτόν γινομένων παρά Θεοῦ γινώσκει καί ἅπερ μετά τῶν προλαβόντων ἁγίων ἁπάντων ἐποίησε καί ὅσα μέλλει μετά τῶν μεταγενεστέρων ποιεῖν. Περί δέ τῶν μελλόντων στεφάνων καί ἀμοιβῶν διδάσκεται μέν μυούμενος παρ᾿ αὐτοῦ τοῦ Θεοῦ, τεκμαιρόμενος δηλονότι ὅτι ὑπέρ νοῦν καί λόγον καί διάνοιαν ταῦτά εἰσιν· οὐ μόνον δέ, ἀλλά καί νοεῖ σαφῶς ὁποῖοι μετά τήν ἀνάστασιν ἔσονται αὐτός τε καί πάντες οἱ μετ᾿ αὐτοῦ, οὐκ ἀπολαμβάνει δέ ταῦτα νυνί, εἰ καί τινες τοῦτο λέγειν ἡμᾶς κακῶς ἐλογίσαντο. Εἰ γάρ ἐνταῦθα τό πᾶν ἀπολαμβάνειν ὑποτιθέμεθα, λοιπόν κατ᾿ αὐτούς καί τήν ἀνάστασιν αὐτήν ἀπαρνούμεθα, τήν κρίσιν τε καί τήν ἀνταπόδοσιν, καί τήν τῶν μελλόντων ἐλπίδα ἑκουσίως ἀποβαλλόμεθα. Ἀλλ᾿ οὐχ οὕτως ἡμεῖς φρονοῦμεν ἤ λέγομεν, ἀλλά καί τούς τοῦτο λέγοντας σφοδρῶς καθυποβάλλομεν ἀναθέματι. Τοίνυν καί νῦν μέν μετρίως τούς ἀρραβῶνας ἐντεῦθεν ἤδη ἀπολαμβάνειν τῶν ἀγαθῶν ἁπάντων ὁμολογοῦμεν καί λέγομεν, τό δέ ὅλον μετά τόν θάνατον ἐλπίζομεν λήψεσθαι, καθώς γέγραπται· “Νῦν μέν γινώσκω, φησίν, ἐκ μέρους· ὅταν δέ ἔλθῃ τό πᾶν, τότε τό ἐκ μέρους καταργηθήσεται”. Καί ἀλλαχοῦ· “Καί νῦν τέκνα Θεοῦ ἐσμεν καί οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δέ ὅτι, ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα”.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά