ΑΚΙΝΗΤΟΣ τηνικαῦτα ὁ ἀεικίνητος νοῦς καί πάντῃ ἀνέννοιος γίνεται, ὁπηνίκα ὅλος ὑπό τοῦ θείου γνόφου καί φωτός καλυφθῇ· πλήν ἐν θεωρίᾳ ὑπάρχει καί αἰσθήσει καί ἀπολαύσει τῶν ἐν οἷς ἐστιν ἀγαθῶν. Οὐ γάρ ὥσπερ ὁ βυθός τῶν τῆς θαλάσσης ὑδάτων, οὕτω καί ὁ βυθός ἐστι τοῦ ἁγίου Πνεύματος, ἀλλ᾿ ὕδωρ ὑπάρχει ζῶν αἰωνίου ζωῆς. Πάντα δέ τά ἐκεῖσε ἀκατανόητα, ἀνερμήνευτα καί ἀκατάληπτά εἰσιν, ἐν οἷς ὁ νοῦς πάντα τά ὁρώμενα καί νοούμενα διαβάς γίνεται καί ἐν μόνοις ἐκείνοις ἀκινήτως κινεῖται καί στρέφεται, ζῶν ὑπέρ ζωήν ἐν ζωῇ, φῶς ὤν ἐν φωτί καί οὐ φῶς τό καθ᾿ ἑαυτόν· οὐ γάρ ἑαυτόν τότε ἀλλά τόν ὑπέρ αὐτόν καθορᾷ καί ἐκ τῆς ἐκεῖθεν δόξης τήν ἔννοιαν ἀλλοιούμενος ὅλον ἑαυτόν ἀγνοεῖ.
Ἅγιος Συμεών : σελίδα περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά