Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Σ' αὐτοὺς θὰ εἶναι παντοτινὰ ἀπρόσιτος

 

ΛΕΓΕΤΑΙ ἡμέρα Κυρίου οὐχ ὡς ἐσχάτη τῶν ἡμερῶν τούτων οὖσα, οὐδέ διά τό ἐν ᾗ μέλλειν ἔρχεσθαι αὐτόν, καθά δή καί ἐπί τῶν ἡμερῶν τούτων λέγομεν τοῦ παρόντος καιροῦ ἡμέρα τοῦ Πάσχα καί ἡ ἡμέρα τῆς Πεντηκοστῆς καί ἡ ἡμέρα ἐν ᾖ προελθεῖν μέλλει ὁ βασιλεύς καί τά ποιῆσαι καί τά· ἀλλ᾿ οὐδέ διά τό ἐν αὐτῇ μέλλειν γενέσθαι τήν κρίσιν ἡμέρα κρίσεως λέγεται (οὐδέ γάρ ἕτερον μέν ἡ ἡμέρα ἔσται ἐκείνη καί ἕτερος ὁ ἐν αὐτῇ μέλλων ἐλεύσεσθαι Κύριος), ἀλλ᾿ ἐπειδή αὐτός ὁ τῶν ἁπάντων Θεός καί δεσπότης λάμψει τηνικαῦτα τῇ δόξῃ τῆς ἰδίας θεότητος. Καί ὁ μέν αἰσθητός ἥλιος ὑπό τῆς τοῦ Δεσπότου λαμπρότητος καλυφθήσεται καί εἰς τό μή ὁρᾶσθαι γενήσεται, καθά νυνί τά ἄστρα ὑπό τούτου καλύπτεται καί οὐχ ὁρᾶται, αὐτά δέ τά ἄστρα σβεσθήσονται καί ἅπαντα εἰλιγήσονται ὡς βιβλίον τά ὁρατά, ἤγουν ὑποχωρήσουσι, τόπον δεδωκότα τῷ ποιητῇ· καί ἔσται μόνος ἐκεῖνος ἡμέρα τε ὁμοῦ καί Θεός, ὁ νῦν ὑπάρχων τοῖς πᾶσιν ἀόρατος, καί ὁ φῶς οἰκῶν ἀπρόσιτον τότε πᾶσιν ἀποκαλυφθήσεται οἷός ἐστι καί πληρώσει τά πάντα τοῦ οἰκείου φωτός καί γενήσεται ἄδυτος, ἀτελεύτητος, ἀϊδίου χαρμονῆς ἡμέρα ἐν τοῖς ἁγίοις αὐτοῦ, τοῖς δέ γε κατ᾿ ἐμέ ῥᾳθύμοις καί ἁμαρτωλοῖς εἰς ἅπαν ἀπρόσιτος καί ἀθέατος. Ἐπειδή γάρ ἔτι περιοῦσιν οὐκ ἐγένετο τούτοις διά σπουδῆς τοῦ ἰδεῖν τό φῶς τῆς δόξης αὐτοῦ διά καθάρσεως καί ὅλον αὐτόν ἐν αὐτοῖς εἰσοικίσασθαι, εἰκότως ἔσται τούτοις καί εἰς τό μέλλον ἀπρόσιτος. ...

Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης