Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Οἱ ἅγιοι γνωρίζουν ὁ ἕνας τὸν ἄλλο

 

ΟΠΟΤΑΝ αἱ βίβλοι τοῦ συνειδότος ἑκάστου διανοιχθήσονται, ἐν μέν ταῖς τῶν ἁμαρτωλῶν καρδίαις καί συνειδήσεσιν εὑρεθήσονται, εἰ μή τι ἄλλο, οἴησις ἤ κενοδοξία ἤ αἵρεσις ἤ ζῆλος ἤ φθόνος ἤ τι τῶν τοιούτων· εἰ δ᾿ οὖν, ἀλλ᾿ ἀμέλεια, ῥαθυμία καί τό μή πάσῃ ἰσχύϊ ποιῆσαι τάς τοῦ Θεοῦ ἐντολάς, ὅθεν ἔλλειψις ἔσται τῆς ἀγάπης αὐτοῦ. Διά τοῦτο οὖν “σκοτισθήσονται οἱ ὀφθαλμοί αὐτῶν τοῦ μή βλέπειν” καί αἰσχυνθήσονται καί ἀκούσονται· “Ἐφ᾿ ὅσον οὐκ ἐποιήσατε μίαν τῶν ἐντολῶν μου τῶν ἐλαχίστων, ἀλλά ταύτης κατεφρονήσατε, ἐμοί οὐκ ἐποιήσατε. Ἀπέλθετε ἀπ᾿ ἐμοῦ εἰς τό πῦρ τό αἰώνιον, τό ἡτοιμασμένον τῷ διαβόλῳ καί τοῖς ἀγγέλοις αὐτοῦ “. Ἐν δέ τῷ διανοιγῆναι τάς τοῦ συνειδότος τῶν ἁγίων βίβλους, πρόσεχε! λάμψει ὁ νῦν ἀποκεκρυμμένος ἐν αὐτοῖς Χριστός ὁ Θεός, ὡς ἔλαμψε πρό τῶν αἰώνων ἐκ τοῦ Πατρός, καί ἔσονται οἱ ἅγιοι ὅμοιοι τῷ Ὑψίστῳ. Πόθεν τοῦτο δῆλον; Αὐτοῦ τοῦ Σωτῆρος ἄκουσον τοῦτο λέγοντος· “Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος”. Ποῖον δέ ἄλλον λέγει καιρόν ἤ ἥλιον, εἰ μή πάντως ὅνπερ εἰρήκαμεν, καί ἑαυτόν τόν ἥλιον δικαιοσύνης μόνον ὀνομαζόμενον καί ἐν δικαίοις μόνον ἀνατέλλοντα καί ἐκλάμποντα; Καί τοῦτο ὁ ἐπιστήθιος καί Χριστοῦ μαθητής ἠγαπημένος ἐκδηλότερον διατρανοῖ λέγων· “Ἀδελφοί, νῦν τέκνα Θεοῦ ἐσμεν, ἀλλ᾿ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δέ ὅτι, ἐάν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα”. Καί ὁ Παῦλος· “Νῦν γινώσκω ἐκ μέρους, τότε δέ ἐπιγνώσομαι, καθώς καί ἐπεγνώσθην”.

Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης