Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ὅποιος ντύθηκε τὸν Θεό

 

ΕΣΤΙ τοίνυν Χριστός. Τί δέ ἐστι; Θεός ἀληθής καί ἄνθρωπος τέλειος παναληθῶς πεφυκώς, διά τοῦτο γενόμενος ἄνθρωπος, ὅπερ πρώην οὐκ ἦν, ἵνα ποιήσῃ θεόν τόν ἄνθρωπον, ὅπερ οὐδέποτε γέγονεν, διά τῆς θεότητος θεώσας καί θεοποιῶν ἡμᾶς δηλαδή καί οὐχί διά μόνης αὐτοῦ τῆς σαρκός· οὐδέ γάρ μεριστή. Πρόσεχε τοίνυν καί ἐρωτῶντί μοι μετά συνέσεως ἀποκρίθητι. Εἰ οἱ βαπτιζόμενοι τόν Χριστόν ἐπενδύονται, τί τοῦτό ἐστιν ὅ ἐπενδύονται; Θεός. Ὁ οὖν Θεόν ἐνδυσάμενος οὐκ ἐπιγνώσεται νοερῶς καί ἴδῃ τί ἐνεδύσατο; Ὁ γυμνός τῷ σώματι ἐνδυσάμενος ἐπαισθάνεται καί τό ἱμάτιον ὁποῖον ὁρᾷ, ὁ δέ γυμνός τῇ ψυχῇ Θεόν ἐνδυσάμενος οὐ γνώσεται; Εἰ γάρ οὐκ αἰσθάνεται ὁ τόν Θεόν ἐνδυόμενος τί ποτε ἄρα ἐνεδύσατο, λοιπόν κατά σέ οὐδέ ἐστί τί ποτε ὁ Θεός· εἰ γάρ ἦν, οἱ αὐτόν ἐνδυόμενοι ἐγίνωσκον ἄν. Τό γάρ μηδέν ἐνδυόμενοι οὐδέν αἰσθανόμεθα, τό δέ τί ποτε ἤ παρ᾿ ἑτέρου ἤ ἡμᾶς αὐτούς ἐπενδύοντες καί λίαν ἐπαισθανόμεθα, εἴ γε καί σώας τάς αἰσθήσεις κεκτήμεθα· νεκροί γάρ ἐνδυόμενοι οὐκ αἰσθάνονται μόνοι καί δέδοικα μή καί οἱ ταῦτα λέγοντες νεκροί καί γυμνοί ἐπ᾿ ἀληθείας ὄντως εἰσίν. Καί οὕτω λέλυται τό ζητούμενον.

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης