Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Βλέπεται καὶ ἀκούγεται, τὰ πάντα γίνεται

 

Σελ 2

Καί σκόπει μοι ἐντεῦθεν τήν ἀκριβῆ τοῦ λόγου ἐξέτασιν. Ψυχή, νοῦς καί λόγος ἕν, ὡς εἴρηται, εἰσίν ἐν μιᾷ τῇ οὐσίᾳ καί φύσει. Τοῦτο δέ τό ἕν αἰσθάνεται, λογίζεται – λογικόν γάρ -, νοεῖ, ἐπινοεῖ, ἐνθυμεῖται, βουλεύεται, ἐπιθυμεῖ, θέλει, οὐ θέλει, προαιρεῖται, οὐ προαιρεῖται, ἀγαπᾷ, μισεῖ· καί ἵνα μή τόν λόγον μηκύνωμεν, τό ἕν τοῦτο ζῶν ἐστιν, ἐν τῷ αὐτῷ βλέπον καί ἀκοῦον ἅμα καί ὀσφραινόμενον, γευόμενόν τε καί ἐπαφώμενον, γινῶσκον, ἐπιγινῶσκον, γνωρίζον τε αὖ καί λαλοῦν. Πρόσεχε ἀκριβῶς τῶν λεγομένων τήν δύναμιν, ἵν᾿ ἐντεῦθεν ἰσχύσῃς μαθεῖν τί τά ἄρρητα ῥήματα καί πῶς ὁ Παῦλος ταῦτα ἀκήκοεν ἅ καί ἀπεκαλύφθη αὐτῷ καί ἅ ἐν θείῳ Πνεύματι αὐτός ἐθεάσατο. Θεός ὁ τῶν ὅλων δημιουργός εἷς· τό οὖν ἕν τοῦτο πᾶν ἀγαθόν ἐστιν, ὥσπερ εἴρηται. Ψυχή λογική καί ἀθάνατος μία· ἡ οὖν μία αὕτη πᾶσα αἰσθησίς ἐστιν, ἐν ἑαυτῇ δηλαδή πάσας εἴ τινές εἰσιν ἔχουσα. Ὅταν οὖν ὁ εἷς Θεός τοῦ παντός τῇ μιᾷ καί λογικῇ ψυχῇ δι᾿ ἀποκαλύψεως ὀφθήσεται, πᾶν ἀγαθόν ταύτῃ ἀποκαλύπτεται καί διά πασῶν τῶν ταύτης αἰσθήσεων ὁμοῦ ἐν τῷ αὐτῷ ὁρᾶται τοῦτο αὐτῇ, βλέπεται καί ἀκούεται, καί γλυκαίνει τό γευστικόν καί τό ὀσφραντικόν εὐωδιάζει, ψηλαφᾶται, γνωρίζεται· λαλεῖ καί λαλεῖται, γινώσκει, ἐπιγινώσκεται καί ὅτι γινώσκει νοεῖται. Ὁ γάρ παρά τοῦ Θεοῦ γινωσκόμενος οἶδεν ὅτι γινώσκεται καί ὁ τόν Θεόν ὁρῶν οἶδεν ὅτι ὁρᾷ τοῦτον ὁ Θεός· ὁ δέ γε μή ὁρῶν τόν Θεόν οὐκ οἶδεν ὅτι ὁρᾷ αὐτόν ὁ Θεός, ὡς οὐδέ ὁρᾷ, εἰ καί πάντα βλέπει καί οὐδέν αὐτόν λέληθεν. ...

Αρχική ||| Επόμενη σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης