Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Μὴ φέρεις τὸν ἑαυτό σου σὲ ἀπόγνωση

 

ΕΙ ἀγνοεῖς ταῦτα, ἀγαπητέ, μή εἰς ἀπόγνωσιν ἐμβάλῃς σεαυτόν λέγων· “Ἐγώ ταῦτα οὔτε οἶδα οὔτε μαθεῖν δύναμαι· οὔτε μήν εἰς τό ὕψος τῆς γνώσεως ταύτης καί θεωρίας καί καθαρότητος φθάσαι καί ἀνελθεῖν ἰσχύσω ποτέ”. Μηδέ πάλιν εἴπῃς· “Ἐπειδή, ἐάν μή τις τοιοῦτος γένηται καί τόν Χριστόν ἀπ᾿ ἐντεῦθεν ἤδη ὡς Θεόν ἐπενδύσηται καί αὐτόν ἐκεῖνον ὅλον θεάσηται καί ἔνοικον ἑαυτοῦ τοῦτον κτήσηται, εἰς τήν βασιλείαν αὐτοῦ οὐκ εἰσέρχεται, τί μοι τό ὄφελος κἄν ποσῶς ἀγωνίζεσθαι ἤ καί τῶν παρόντων ὑστερεῖσθαι τῆς ἀπολαύσεως;” Μή δή τοῦτο εἴπῃς, μή δή λογίσεσαι· ἀλλ᾿ εἰ βούλει, ἄκουσόν μου τῆς συμβουλῆς καί ἀναγγελῶ σοι τήν ὁδόν τῆς σωτηρίας, τῆς χάριτος τοῦ παναγίου Πνεύματος συνεργούσης. Πίστευσον οὖν ἐν πρώτοις ἐξ ὅλης ψυχῆς ὅτι οὕτως ταῦτα πάντα ἅ εἴπομεν κατά τάς θείας καί θεοπνεύστους Γραφάς ἀληθῆ εἰσι καί οὕτως ὀφείλει γενέσθαι πᾶς ὁ πιστεύων εἰς τόν Υἱόν τοῦ Θεοῦ, ἐπειδή ἔδωκεν ἡμῖν ἐξουσίαν υἱούς γενέσθαι Θεοῦ, καί ἐάν θελήσωμεν, τό κωλύον οὐδέν, καί ὅτι διά τοῦτο ἡ πᾶσα οἰκονομία καί συγκατάβασις τοῦ Υἱοῦ τοῦ Θεοῦ ἐγένετο, ἵνα διά τῆς πρός αὐτόν πίστεως καί τῆς τηρήσεως τῶν αὐτοῦ ἐντολῶν μετόχους αὐτοῦ τῆς θεότητος καί τῆς βασιλείας ἡμᾶς ἀπεργάσηται. Καί γάρ, εἰ μή πιστεύσεις ταῦτα οὕτως ἀληθῶς γίνεσθαι, πάντως οὐδέ ζητήσεις· εἰ δέ μή ζητήσεις, οὐδέ λήψῃ· “Ζητεῖτε γάρ, φησί, καί λήψεσθε· αἰτεῖτε καί δοθήσεται ὑμῖν”. Πιστεύων δέ, ἀκολούθει ταῖς θείαις Γραφαῖς καί ὅσα σοι λέγουσι ποίησον, καί εὑρήσεις πάντα ἀνελλιπῶς καθώς γέγραπται, μᾶλλον δέ καί πολλῷ πλείονα τῶν ἐν ταῖς θείαις Γραφαῖς. Ποῖα δέ ταῦτα; “Ἅ ὀφθαλμός οὐκ εἶδε καί οὖς οὐκ ἤκουσε καί ἐπί καρδίαν ἀνθρώπου οὐκ ἀνέβη” τά ἀγαθά “ἅ ἡτοίμασεν ὁ Θεός τοῖς ἀγαπῶσιν αὐτόν “. Ταῦτα, εἰ πιστεύσεις βεβαίως, ὡς εἴρηται, θεάσῃ ἀναμφιβόλως ὡς ὁ Παῦλος καί σύ· οὐ μόνον δέ, ἀλλά καί ἀκούσεις ἄρρητα ῥήματα, προαρπαγείς δηλονότι εἰς τόν παράδεισον. Ποῖον τοῦτον; Ὅπου ὁ ληστής μετά τοῦ Χριστοῦ συνεισῆλθε καί νῦν ἐκεῖ ἐστιν.

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης