Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Συμεὼν ὁ Νέος Θεολόγος

Ζήτηση τῆς Βασιλείας

 

Σελ 2

Τοίνυν καί περιϊόντι τῷ Χριστῷ καί βασιλεῦσαι ζητοῦντι ἐπί πάντας ἡμᾶς, μηδείς ἀφρόνως αὐτόν ἀπώσηται· μηδείς ἀξιῶ, τοῦ μεγάλου τούτου καί ἀσπάστου δώρου ἀποστερήσειεν ἑαυτόν· μηδείς τῆς ἀληθινῆς δόξης ἔκπτωτον ἑαυτόν ἀπεργάσηται· μηδείς διά πρόσκαιρον πλοῦτον τόν πλουτοδότην Θεόν καί ποιητήν τοῦ παντός καταλείψῃ· μηδείς διά γονέων καί φίλων καί συγγενῶν προσπάθειαν τόν Δεσπότην τῶν ἀγγέλων ἀρνήσηται· μηδείς δι᾿ ἐπιθυμίαν σαρκός τοῦ γλυκασμοῦ τῆς ὄντως ζωῆς ἀποστερηθήσεται· μηδείς διά δόξαν εὐμάραντον τῆς αἰωνίου δόξης καί ἀτελευτήτου ἀλλότριος γένηται. Ἀλλά δεῦτε πάντες, εἰ οἷόν τε, συναχθέντες ἐπί τό αὐτό, τόν ὑπεράνω πάσης ὄντα ἀρχῆς καί ἐξουσίας καί παντός ὀνόματος ὀνομαζομένου ἐλθεῖν ἐφ᾿ ἡμᾶς καί ἐφ᾿ ἕνί ἑκάστῳ ἡμῶν βασιλεῦσαι ποθήσωμεν καί ζητήσωμεν, ὡς ἄν ἕκαστος ἡμῶν, ὅλον αὐτόν μεθ᾿ ἑαυτοῦ λαβών, ἀχώριστον ἕξει ἐν ἡμέρᾳ τε καί νυκτί, λάμποντα τῷ ἀπροσίτῳ φωτί ὅ κατεσθίειν μέλλει τότε τούς ὑπεναντίους, ὅτε διά τούς ἀπιστοῦντας ἐλεύσεται, τούς νυνί μή δεχομένους αὐτόν μηδέ θέλοντας αὐτόν βασιλεύειν ἐπ᾿ αὐτούς· ἐν οἰκίᾳ τε συνεισερχόμενον ὡσαύτως ἕξει αὐτόν καί ἐπί τῆς κλίνης συνανακείμενον καί τῷ ἀστέκτῳ φωτί περιπλεκόμενόν τε ὁμοῦ καί ἀρρήτως κατασπαζόμενον, νόσους παραμυθούμενον, λύπας καί θλίψεις διώκοντα, δαίμονας ἀπελεύνοντα, χαράν καί δάκρυα ὑπέρ μέλι καί κηρίον γλυκύτερα καθ᾿ ὥραν παρέχοντα, πάθη ψυχῆς καί σώματος ἐξιώμενον, θάνατον ἀφανίζοντα, ζωήν ἀνεκφράστως βλυστάνοντα καί μετά τήν ἐκδημίαν τήν ἐκ τοῦ σώματος εἰς οὐρανούς οὐρανῶν ἀναβιβάζοντα ἡμῶν ἕκαστον, καί ἐποχούμενον αὐτόν ἕκαστος ἐπί τῶν ἑαυτοῦ ὤμων ἐπιφερόμενος, ἀναλαμβανόμενον ὅθεν οὐκ ἐχωρίσθη.

Ταῦτα παθεῖν σε δεῖ καί μαθεῖν, ἀγαπητέ, ἐν αἰσθήσει πάσῃ ψυχῆς, ὡς ἄν ἕξεις Θεόν νῦν μέν συναναφέροντά σε δίχα τοῦ σώματος, ὕστερον δέ καί τό σῶμά σου τοῦτο ἀναστήσοντα καί πνευματικόν σοι παρέχοντα, ὅς καί βασιλεύων ἔσεται ἐπί σέ εἰς τούς ἀπεράντους αἰῶνας, ἀεί σε βαστάζων εἰς τόν ἀέρα καί ὑπό σοῦ ἀεί βασταζόμενος, ὁ ἐπί πάντων Θεός, ᾧ πρέπει πᾶσα εὐχαριστία, τιμή καί προσκύνησις σύν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί καί τῷ παναγίῳ καί ἀγαθῷ καί ζωοποιῷ αὐτοῦ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Αρχική σελίδα της Ενότητας αυτής

Ἅγιος Συμεών : σελίδα περιεχομένων

Συμεών ο Νέος Θεολόγος

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης