Ἀρχικὴ σελίδα περιεχομένων

Εκδόσεις Ελπήνωρ
ΕΛΕΥΘΕΡΟ ΛΟΓΙΣΜΙΚΟ

Διογένης (αναγνώστης TLG)
Διαχείριση γραμματοσειρών
Η Εικόνα του Χριστού
Εικονική Γη / Παγκόσμιος Άτλας
Ορθόδοξες Γιορτές (Ημερολόγιο)
Socializer! για να μοιράζεσαι το διαδίκτυο
Πολυτονικός συλλαβισμός στο Word
Εκμάθηση γρήγορης πληκτρολόγησης
Power Copy

        » Περισσότερα


Χρόνος καὶ Δημιουργία
Στὸν Γρηγόριο Νύσσης καὶ τὸν
Μάιστερ Ἔκκαρτ



Γρηγόριος Παλαμᾶς

Ὁμοιότης Φιλότης




ΙΣΑΣΙΝ οἱ μεμυημένοι καί λέγουσιν οὐ συζυγίαν ὀλίγοις μέρεσί τισιν ἤ δυνάμεσι τήν ἀλληλουχίαν παρεχομένην, ἀλλ᾿ οἷον ἀνάκρασιν εἶναι πρός ψυχήν τοῦ φωτός τῆς χάριτος τήν ἐνοίκησιν, θαυμαστήν οἵαν, ἄρρητον σχεδόν καί ἀνήκουστον. Τίς γάρ ἄν παραστήσαι λόγος πῶς καί διαφοιτᾷ πρός πᾶσαν καί καθ᾿ ἑαυτό ἀνεκφοιτήτως μένει καί τό πᾶν περιέχει κἀν τῷ μέρει ἀμερῶς χωρεῖται καί μεθεκτόν γίνεται καί οὐδεμίαν ἔχει πρός τό μετέχον συμμιγῆ κοινωνίαν καί ἄκρατόν ἐστι καί ἀναφές καί ἕν ἐν θεωρίᾳ Πνεῦμα μετά τῶν διά καθαρᾶς προσευχῆς ἐντυγχανόντων γίνεται κατά τήν πρός τόν ἴδιον πατέρα τοῦ κοινοῦ Πατρός ὑπέρ ἡμῶν εὐχήν· «δός γάρ αὐτοῖς» φησιν «ἵνα καθάπερ ἐγώ, Πάτερ, ἐν σοί καί σύ ἐν ἐμοί, καί αὐτοί ἐν ἡμῖν ἕν ὦσιν ἐν ἀληθείᾳ».

Καί τό ὑπερβάλλον δέ μέγεθος τῆς πρός ἡμᾶς ἀγάπης τοῦ Θεοῦ διά τῆς ἀνακράσεως ταύτης ἐναργές ὅτι μάλιστα παρίσταται. Τό γάρ ἕν ποιεῖν τά πλείω τῆς ἀγάπης τό ἰδιαίτατον· διαφόροις δέ τοῖς τρόποις συναγωγός γίνεται τῶν διεστώτων, ὧν οἱ πλείους δι᾿ ὁμοιότητος δοκοῦσι τήν ἕνωσιν ποιεῖσθαι, διό καί λόγος παλαιός ἐστιν ὁ καθωμιλημένος καί διατεθρυλλημένος οὗτος· «ὁμοιότης φιλότης». Ἡ δέ τοῦ γαμηλίου συναλλάγματος ἔχειν τι δοκεῖ τῶν ἄλλων πλέον, ἀλλ᾿ οὐδ᾿ ἐκεῖνο σύμφυσις οὐδ᾿ ἀνάκρασίς ἐστιν, ἀλλ᾿ ὁμιλίᾳ τινί καί προσκολλήσει κατά τήν γραφήν ἕν τά πλείω γίνεται· «καταλείψει» γάρ φησιν «ἄνθρωπος τόν πατέρα αὐτοῦ καί τήν μητέρα καί προσκολληθήσεται τῇ γυναικί αὐτοῦ καί ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· καί σάρκα μόνην, ἀλλ᾿ οὐχί καί πνεῦμα ἕν. Ἡ δέ τοῦ Θεοῦ πρός τούς ἠξιωμένους ἕνωσις, ἑνώσεως πάντα τρόπον ὑπερβάλλουσα τῷ παντελής εἶναι, καί τοῦ χωροῦντος κρεῖττον ἤ λόγος δι᾿ ὅλων τῶν καθαρῶν πνευμάτων Πνεύματος, καί τήν τοῦ Θεοῦ ἀγάπην ὑπερβάλλουσαν καί μόνην ὄντως ταύτην ἀγάπην εἶναι παρίστησι· μόνη γάρ ὑπερκοσμίως συμπτύσσει καί εἰς ἕν ἀραρότως συνάγει τούς ἐραστάς.

Τίνι δέ τρόπῳ καί πρός τό συνημμένον σῶμα τῇ καθαρᾷ ταύτῃ καί κεχαριτωμένη ψυχῇ ταύτην δι᾿ αὐτῆς διαπορθμεύει τήν χάριν, νῦν λέγειν οὐ καιρός. Ἀλλ᾿ οὐχί καί τό δαιμόνιον πνεῦμα δύναιτ᾿ ἄν ποτε δι᾿ ὅλης χωρῆσαι τῆς ψυχῆς οὕτως, ἀλλ᾿ ἐκπεσόν τῆς ἄνω συνοδίας ἀνακτᾶσθαι ταύτην, κακῶς μέν ἀλλ᾿ ὅμως δι᾿ ἐφέσεως καταλλήλου τῆς ἐκπτώσεως, ὡς ἐνόν αὐτῷ, πειρᾶται τῇ τῶν ὑπ᾿ αὐτοῦ φενακιζομένων πρός αὐτό ἀφομοιώσει· τό δέ ποθοῦν ἐκτρέψαν τῆς ψυχῆς, ἑτέρας μέν πρός ἕτερον, πρός ἕν δ᾿ ὅμως, εἰς ἅ πάντ᾿ ἐκεῖνο παρετράπη, διά τούτου πρός αὐτούς εἴσοδόν τε καί ἀνάπαυσιν εὑρόμενον τοῖς ὑπ᾿ αὐτοῦ παρατετραμμένοις συζυγεῖ, οἱονεί ζυγόν ἕνα τόν πρός τό αὐτό φέροντα τέλος πόθον ὑπερχόμενον καί ὡς κράτος ἔχον αὐτό τῆς ἀπωλείας καί οὐχ ἑκόντας εἶναι τούς ἀθλίους ἔστιν ὅτε διά τῆς συζυγίας ἐπισπώμενον πρός ταύτην· οὕτω τοῦτο συναγελάζεταί τε καί συνδυάζεται, τοιαύταις ἐπαφαῖς, τοιαύταις ἐπιπλοκαῖς ἤ ἐγγύς αὐτῶν· ἐπί τοῦ τοιούτου τοίνυν κατάλληλον τό συζυγεῖν.

Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων

Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων   url :  www.ellopos.gr/mystics/default.asp

Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά

ELLOPOS Elpenor in Print \ Γιωργος Βαλσαμης