Σελ 2
Ἱερὰ Φωτοφάνεια
ΙΣΑΣΙΝ οἱ κεκαθαρμένοι τήν καρδίαν διά τεκμηρίου τῆς ἐγγινομένης ἐν ἑαυτοῖς ἱερᾶς φωτοφανείας ὅτι ἔστι Θεός καί οἷον φῶς ἐστι, μᾶλλον δέ πηγή φωτός νοεροῦ τε καί ἀΰλου. Διό καί χάριν ἴσασιν οὐχ ἑαυτοῖς, ἀλλά τῷ φωτίζοντι, ὥσπερ οὐδέ τῷ ἀέρι χάρις αἰσθητῶς πεφωτισμένῳ, οὐ γάρ ἡ λαμπρότης ἐστίν αὐτοῦ, ἀλλά τοῦ φωτίζοντος ἡλίου, τοῦ δ᾿ ἀέρος μόνον τό διαφανές ἐπίχαρι, ὡς καί τοῖς θεοφόροις τό διά καθαρότητα καρδίας δεικτικόν τῆς νοερᾶς ἐλλάμψεως. Δύνανται καί οἱ μή πρός τοῦτο θεωρίας ἀναβεβηκότες ἐκ τῆς περί πάντα προμηθείας τόν κοινόν προμηθέα συνορᾶν, ἐκ τῶν ἀγαθυνομένων τήν αὐτοαγαθότητα, ἐκ τῶν ζωοποιουμένων τήν αὐτοζωήν, ἐκ τῶν σοφιζομένων τήν αὐτοσοφίαν καί ἁπλῶς ἐκ πάντων τόν τά πάντα ὄντα καί ὑπεξῃρημένον καί ὑπερανιδρυμένον πάντων, τήν πολυώνυμον ἐκείνην καί ἀκατανόμαστον ὑπερούσιον οὐσίαν. Τί οὖν, οὐ ταῦτα πάντα περί ἕν ἐκεῖνο ἀΰλως θεωρεῖται, ὅ,τι ποτέ ἐστιν ἐκεῖνο; Τί δέ, οὐ διά τούτων οἷα τεκμηρίων ἀψευδής γίνεται ἀπόδειξις ὅτι ἔστι τις προαγωγεύς καί προμηθεύς προάναρχον ἁπάντων, παντοδύναμος, παντεπίσκοπος, πανάγαθος, παναίτιος, ὑπερφυής;
Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά