Σελ 3
Ἔκφανσις Πνεύματος
ΕΠΕΙ ὅ τε λέγων Πατήρ καί ὁ τούτου παντοδύναμος Λόγος πάντων κτιζομένων ἐκηρύττοντο, ἔκφανσις δέ Πνεύματος οὐ γέγονέ πω, ἔδει δέ τοῦ ἀνθρώπου γενομένου μηδέν τῶν τῆς Τριάδος προσώπων ἀνεπίγνωστον εἶναι, ἧς ἐπλάττετο μύστης καί προσκυνητής ἐπίγειος, διά τοῦτο τῷ τε λόγῳ καί τῷ λέγοντι, ταὐτόν δέ εἰπεῖν τῷ Υἱῷ καί τῷ γεννήτορι, προσεπιφέρεται τό «ἐνεφύσησεν», ἀνακαλύπτον τήν τοῦ Πνεύματος ὑπόστασιν· ὅ καί ὁ Κύριος ἀνανεῶν ἡμᾶς ἐποίησεν· Υἱοῦ γάρ ὄντος, αὐτόθεν ὁ Πατήρ ἐδείκνυτο καί δι’ ἐμφυσήματος τό Πνεῦμα ἐκηρύττετο· ὧν κοινόν ἔργον ἥ τε τήν ἀρχήν ἡμῶν πλάσις, ἥ τ’ ἐς ὕστερον χάρις τῆς ἀναπλάσεως.
Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά