Σελ 9
Ἐπάνοδος τοῦ νοῦ πρὸς ἑαυτόν
ΟΥΧ ὡς ἡ ὄψις τἄλλα μέν ὁρᾷ τῶν ὁρατῶν, ἑαυτήν δέ οὐχ ὁρᾷ, οὕτω καί ὁ νοῦς, ἀλλ’ ἐνεργεῖ μέν καί τἄλλα, ὧν ἄν δέοιτο περισκοπῶν, ὅ φησι κατ’ εὐθείαν κίνησιν τοῦ νοῦ Διονύσιος ὁ μέγας, εἰς ἑαυτόν δ’ ἐπάνεισι καί ἐνεργεῖ καθ’ ἑαυτόν, ὅταν ἑαυτόν ὁ νοῦς ὁρᾷ· τοῦτο δ’ αὖθις κυκλικήν εἶναι κίνησιν ὁ αὐτός αὐτοῦ φησιν. Αὕτη δ’ ἡ τοῦ νοῦ ἐστιν ἐνέργεια κρείττων καί ἰδιαιτάτη, δι’ ἧς καί ὑπέρ ἑαυτόν γινόμενος ἔσθ’ ὅτε τῷ Θεῷ συγγίνεται. «Νοῦς γάρ», φησί, «μή σκεδαννύμενος ἐπί τά ἔξω» (ὁρᾷς ὅτι ἔξεισι; ἐξιών οὖν, ἐπανόδου δεῖται· διό φησιν) «ἐπάνεισι πρός ἑαυτόν, δι’ ἑαυτοῦ δέ πρός τόν Θεόν» ὡς δι’ ἀπλανοῦς ἀναβαίνει τῆς ὁδοῦ. Τήν τοιαύτην γάρ κίνησιν τοῦ νοῦ καί ὁ τῶν νοερῶν ἀπλανής ἐπόπτης ἐκεῖνος Διονύσιoς ἀδύνατον εἶναί φησι πλάνῃ τινί περιπεσεῖν.
Ἅγιος Γρηγόριος Παλαμάς : Σελίδα Περιεχομένων
Μυστικοὶ τῆς Ὀρθοδοξίας : Ἀρχικὴ Σελίδα Περιεχομένων url : www.ellopos.gr/mystics/default.asp
Πρβλ. Ἀποφθέγματα τῶν Πατέρων στὰ Νέα Ἑλληνικά